ὁµοιότατον δὲ τούτοις αὐτοῦ τοῖς λόγοις ἐστὶ καὶ τὸ διὰ τῶν ἐχοµένων εἰρηµένον ἐν τῇδε τῇ ῥήσει· τό τε γίγνεσθαι ἐπὶ τῶν πλείστων ἐναλλὰξ ἐπιτάσεις τε καὶ ἀνέσεις ὑγεία ἀδιόριστος· ὁµοιούµενός τις, ὡς πρὸς ἡµῶν, κατὰ πᾶν συνεχείας ἐν τῷ σπανίως ὀλιγάκις τε φαινοµένῳ. ἐν τούτοις ᾿Ιουλιανὸς καταβάλλει τὴν δόξαν τῶν οἰοµένων ἀεὶ σωµατικὰς εἶναι τὰς κατασκευὰς τῶν παθῶν, ταῦτα ὡς µαρτυροῦντα γράφων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν νοσηµάτων, οἰόµενος συµφωνεῖν µὲν τῇ δόξῃ τῶν Μεθοδικῶν, ἐναντιοῦσθαι δὲ τῇ τοῦ παλαιοῦ. καίτοι γ’ αὐτὸ τὸ ἐναντιώτατον εὕροις ἄν. αἱ µὲν γὰρ ἐν τοῖς στερεοῖς τοῦ ζῴου µέρεσι διαθέσεις ἐστηριγµέναι τέ εἰσι καὶ µόνιµοι, τὰ δὲ ὑγρὰ καὶ µεταρρεῖν εἰκὸς <εἰς> ἄλλο µόριον τοῦ ζῴου καὶ διαφορεῖσθαι λεπτυνόµενα καὶ κατά τινας αἰσθητοὺς πόρους ἐκκρίνεσθαι καὶ ποτὲ µὲν ὑπὸ τῆς διοικούσης τὰ ζῷα φύσεως πεττόµενα χρηστότερα γίνεσθαι, ποτὲ δ’ ὑπὸ πυρετώδους θερµασίας ἀλλοιούµενα µοχθηρότερα, καὶ τὰ µὲν ὑπὸ τοῦ διαπνεῖσθαι † συναπα τι τῆς πυρετώδους θερµότητος καὶ διὰ τοῦτο βελτίω γίγνεσθαι κεραννύµενα χρησταῖς τροφαῖς, τὰ δὲ συνδιαφθείρεσθαι ταῖς ἐπιρρεούσαις ἤτοι γ’ εὐθὺς ἔξωθεν οὔσαις µοχθηραῖς ἢ µὴ καλῶς ἔτι ἐν τῇ γαστρὶ πεφθείσαις ****** τοὺς δ’ ἐπὶ σηπεδόνι χυµῶν ἀναπτοµένους οὐδὲν δήπου θαυµαστόν ἐστιν, ὡς ἂν ἐκεῖνα τύχῃ κατά γε χώρας ἀθροιζόµενά <τε> καὶ σηπόµενα καὶ κενούµενα, τάς τε γενέσεις ἴσχειν καὶ τὰς παρακµάς. ἀλλ’ ἐν µὲν τούτοις ἀνάσχοιτ’ ἄν τις ἴσως αὐτῶν.
ὃ δ’ ἐφεξῆς ἔγραψεν ᾿Ιουλιανὸς οὐκέτι κοινὸν ἁπάντων ὑπάρχον, ἀλλ’ ἴδιον ἐξαίρετον ἑαυτῷ, τοῦτ’ ἤδη σοι δίειµι. ὅλην δ’ ἄµεινόν µοι δοκεῖ παραγράψαι τὴν ῥῆσιν, εἰ καὶ µακροτέρα πώς ἐστιν, ἔχουσαν ὧδε· ὅλως µὲν ἀδιανόητον ἐπὶ πλῆθος ἢ διαφθορὰν ὃ ἄν † τι πρὸς τῆς νῦν τιθέναι ἀναφέρειν τὸ ποιητικὸν τῆς νόσου, τί δ’ ἄν τις συµµελέστατα διαγνοίη τοῦ πάθους δι’ ὅλου τοῦ σώµατος
ἀπιόντος; ἀναγκαῖον ὁµολογεῖν πάντα περιττεύειν ἐν παντὶ µέρει τε καὶ µορίῳ. τῷ ἀποτελέσµατι γὰρ συµπαρατείνεσθαι χρὴ τὸ συνέχον αἴτιον. χωρεῖ δὲ δι’ ὅλου πάθη ὡς πυρετοὶ ἄλλα τε µυρία ἐφ’ ὧν ἐν τῷ ὅλῳ καὶ τὸ πλῆθος εἶναι δεῖ. † καὶ τὸ τοῖς πλεῖον ὅταν πλεῖον καὶ τὸ νόσηµα ᾖ καὶ τὸ τοῖς πλεῖον καὶ συγκεχωρηµένον ὧδέ πως φάναι. εἰ δέ γε προτ *** διὰ † ἀντιφῶν τὸ πλῆθος τοῦ ὑγροῦ *** καὶ µὴν ᾿Ιουλιανὸς οὐ βούλεται τῶν καθ’ ὅλον τὸ σῶµα νοσηµάτων ἐν ἑνὶ τόπῳ τὴν συνεκτικὴν ὑπάρχειν αἰτίαν. ἀλλὰ κἂν τὴν ῥύσιν ὑπόθηταί τις ἐπὶ τῷ βουβῶνι γίγνεσθαι συνέχον αἴτιον οὖσαν τοῦ πυρετοῦ, εἰς τοσαύτην ἀπορίαν ὁ λόγος ἀχθήσεται. λυοµένου γὰρ τοῦ βουβῶνος οὔτε διαµένειν αὐτὴν οὔτε <αὐ>ξάνεσθαι δυνατόν, ἐπειδὴ µενούσης µὲν ἀναγκαῖόν ἐστι καὶ τὸν πυρετὸν µὴ λύεσθαι, λυοµένου δὲ ἑαυτοῦ συνεκτικὸν αἴτιον ἔχειν τὸν βουβῶνα, κἀν τούτῳ τὸν λόγον ἀνατρέπεσθαι τοῦ θαυµαστοῦ προστάτου φάσκοντος ἀδύνατον εἶναι τοῦ καθ’ ὅλον τὸ σῶµα πάθους <τὸ> αἴτιον ἐν ἑνὶ τόπῳ συστῆναι. καὶ µὴν οὐδ’ ἄλλην τινὰ ἔννοιαν εἰπεῖν ἔχει τοῦ συνέχοντος αἰτίου παρὰ τὸ γίνεσθαί τι πρὸς αὐτοῦ καὶ παύεσθαι σὺν αὐτῷ, πλὴν εἰ κἀνταῦθα πάλιν ἐξαίφνης ἑαυτὸν εἶναί φησι Στωϊκόν, ὡς ἐν ἄλλοις ἐποίησεν. ἀλλὰ τοῦτό γε πράξας οὐ νόσου µόνον, ἀλλὰ καὶ τῆς ὑγείας αὐτῆς αἴτιον ἀποφανεῖταί τι καὶ θερµὸν καὶ ψυχρὸν ἀναγκασθήσεταί τι λέγειν εἶναι νόσηµα καὶ ξηρὸν καὶ ὑγρόν, ἅπερ οὐ βούλεται. µὴ τοίνυν ληρείτω µάταια µηδ’ ἐµπλήκτου τρόπον ἄλλοτ’ ἄλλα φανταζέσθω ποτὲ µὲν ἐπαινῶν Στωϊκούς, ποτὲ δ’ ἀναιρῶν αὐτῶν τὰ δόγµατα.