Завершая трактат «О разновидностях болезней», Гален вновь возвращается к объяснению разницы между простыми и сложными болезнями. Тем самым он еще раз заостряет внимание читателя на важности классификации заболеваний. По его мнению, это ключ к искусству правильной диагностики. При этом нам не следует забывать о кардинальном отличии концепции болезни в системе Галена от современного объяснения этого понятия. Важно подчеркнуть комплексный и практический характер его анализа, стремление к созданию универсальной систематики, основанной на умозрительном осмыслении результатов практических наблюдений врача.
ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ ΝΟΣΗΜΑΣΙΝ ΑΙΤΙΩΝ[193]
ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ ΝΟΣΗΜΑΣΙΝ ΑΙΤΙΩΝ[193]
1. Πόσα µέν ἐστι καὶ τίνα τὰ σύµπαντα νοσήµατα κατ’ εἴδη τε καὶ γένη διαιρουµένοις, ἁπλᾶ τε καὶ σύνθετα, δι’ ἑτέρου δεδήλωται γράµµατος. ἑξῆς δ’ ἂν εἴη τὰς αἰτίας αὐτῶν ἑκάστου διελθεῖν, ἀπὸ τῶν ἁπλῶν τε καὶ ὁµοιοµερῶν ὀνοµαζοµένων τοῦ ζώου µορίων ἀρξαµένους, εἶτ’ αὖθις ἐπὶ τὰ σύνθετά τε καὶ ὀργανικὰ µεταβάντας. ἐπεὶ τοίνυν ἐδείχθη, κατὰ µὲν τοὺς ἡνῶσθαί τε καὶ ἠλλοιῶσθαι τὴν ὑποβεβληµένην οὐσίαν γενέσει καὶ φθορᾷ δοξάζοντας, ἅπασα νόσος ὁµοιοµεροῦς τε καὶ ἁπλοῦ πρὸς αἴσθησιν σώµατος ἤτοι δυσκρασία τις ὑπάρχουσα, ἢ τῆς συνεχείας αὐτοῦ τῶν µερῶν διαίρεσις, κατὰ δὲ τοὺς µήθ’ νῶσθαι καὶ κενόν τι παραπεπλέχθαι πάσῃ σώµατος συγκρίσει νοµίζοντας, ἀµετρία τε πόρων οὖσα καὶ λύσις τῆς αἰσθητῆς ἑνώσεως, ἀρξώµεθα καὶ νῦν ἐπισκοπεῖσθαι τὰς αἰτίας ἑκάστου τῶν νοσηµάτων τῆς πρώτης ὑποθέσεως, ἣν δὴ καὶ ἀληθῆ πεπείσµεθα ὑπάρχειν. ἦν δ’, οἶµαι, τέτταρα µὲν ἁπλᾶ, τέτταρα δὲ σύνθετα, ποτὲ µὲν τοῦ θερµοῦ µόνον τὴν αὔξησιν ἄµετρον ἢ τοῦ ψυχροῦ λαβόντος, ἤ τινος τῶν τῆς ἑτέρας ἀντιθέσεως τῆς κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν, ἔστιν ὅτε δὲ καὶ κατὰ συζυγίαν τινὰ αὐξηθέντων αὐτῶν, ὡς εἶναι θερµὸν ἅµα καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ θερµὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν τὸ νόσηµα.
2. Τίνες οὖν ἑκάστου τῶν εἰρηµένων νοσηµά των αἰτίαι τῆς γενέσεως, ἤδη σκοπώµεθα, ἀρχὴν ἀπὸ τοῦ κατὰ θερµασίαν ἄµετρον δυσκράτου νοσήµατος ποιησάµενοι. φαίνεται δὴ κᾀπὶ τῶν ἄλλων ἁπάντων σωµάτων, ὁπόσα θερµότερα γίγνεται σφῶν αὐτῶν, ἢ ἐκ κινήσεώς τινος αὐξανοµένου τοῦ θερµοῦ, ἢ ἐκ σηπεδόνος, ἢ ἐξ ὁµιλίας ἑτέρου θερµοτέρου σώµατος, ἢ ἐκ στεγνώσεως, ἢ ἐξ ἐπιτηδείου τροφῆς. ἐκ µὲν κινήσεως ἐπί τε τῶν γυµναζοµένων ὁπωσοῦν καὶ τῶν παρατριβοµένων ἀλλήλοις λίθων, ἢ ξύλων, καὶ τῆς ῥιπιζοµένης φλογός. ἐκ σήψεως δὲ τῶν τε ἄλλων ἁπάντων καὶ µάλιστα σπερµάτων, ἢ κόπρου· ἐγὼ γοῦν οἶδα καὶ ἀναφθέντα ποτὲ περιστερῶν ἀποπατήµατα διασαπέντα. καὶ µὲν δὴ καὶ ὡς ἐκ τῆς τῶν θερµοτέρων ὁµιλίας θερµαίνεται τὰ πλησιάζοντα, πρόδηλον παντὶ βαλανείων ἀναµνησθέντι καὶ ἡλίου θερινοῦ καὶ φλογὸς ἁπάσης. οὕτω δὲ καὶ εἰ πῦρ ἀνάψαις χειµῶνος ἐν οἴκῳ µεγάλῳ, στεγνώσας µὲν αὐτοῦ τὰς διαπνοὰς, ἀθροίσαις ἂν ἔνδον τὸ θερµὸν, ἐάσας δὲ ἀνεῷχθαι πανταχόθεν, οὐδὲν ἕξεις πλέον. ἀτὰρ οὖν καὶ τὰ βαλανεῖα καὶ αἱ κάµινοι τὸν αὐτὸν τοῦτον τρόπον ἀθροίζουσι τὸ θερµὸν ἑαυτῶν ἔνδον. ᾧ δῆλον ὡς καὶ στέγνωσις ποτὲ θερµασίας πλείονος αἰτία. δῆλον δὲ καὶ τὸ ἀπὸ τῆς ὕλης, ὡς κάλαµοι µὲν οἱ ξηροὶ ῥᾳδίως ἐξαίρουσιν ἐπὶ µέγιστον τὴν φλόγα, ξύλα δέ γε χλωρὰ, καὶ µάλιστα ἢν πλείω σωρεύσῃς ἐπ’ αὐτὴν, ἄχρι µὲν πολλοῦ βαρύνει τε καὶ οἷον καταπνίγει τὴν φλόγα, τελευτῶντα δὲ αὐξάνει. πῶς οὖν ἐν τῷ τοῦ ζώου σώµατι τούτων ἕκαστον ἀποτελεῖται; γυµνασθεὶς µέν τις ἀµετρότερον ἐκοπώθη. τοῦτο δ’ ἐστὶ θερµασίαν ἔχειν ἄµετρον ἐν τοῖς ἄρθροις τε καὶ τοῖς µυσὶ πλείονα τοῦ κατὰ φύσιν. ταῦτα γὰρ ἦν καὶ τὰ πρώτως κινούµενα. καὶ εἰ µὲν ἐνταῦθα καταµείνειεν ἡ θέρµη καὶ φθάσειεν λυθῆναι, πρὶν ἐπινείµασθαι σύµπαν τοῦ ζώου τὸ σῶµα, κόπος ἂν οὕτω γε µόνον εἴη τὸ γεγονός· εἰ δὲ εἰς ἅπαν ἐκταθείη τὸ σῶµα, πυρετὸς ὀνοµάζεται τὸ νόσηµα, τοῦ παντὸς ζώου θερµότης τις ἄµετρος οὖσα. οὕτω δὲ καὶ ὁ θυµὸς, ζέσις τις ὢν τοῦ περὶ τὴν καρδίαν θερµοῦ, διὰ κίνησιν ἄµετρον ὅλον ἐπινειµάµενος ἐνίοτε τὸ σῶµα πυρετὸν ἀνῆψε. καὶ µὲν δὴ καὶ ὅσα σήπεται κατὰ τοῦ ζώου σῶµα, τινὰ µὲν ἐν αὐτοῖς τοῖς µέρεσιν, ἐν οἷς σήπεται, θερµασίαν ἄµετρον ἐργάζεται, καθάπερ ἐρυσιπέλατά τε καὶ ἕρπητες καὶ ἄνθρακες καὶ φλεγµοναὶ καὶ φύγεθλα, τὰ δ’ ὅλον τὸ σῶµα συνεκθερµήναντα πυρετὸν ἤγειρε. καὶ γὰρ οὖν καὶ τὸ τρίτον αἴτιον ἀµέτρου θερµότητος ἔκ τε τούτων ἤδη πρόδηλον, ὅπως ἐπιγίγνεται τοῖς ζώοις, κᾀκ τῶν καλουµένων ἐγκαύσεων. ἐπί τε γὰρ τοῖς βουβῶσι καὶ ταῖς φλεγµοναῖς καὶ τοῖς ἐρυσιπέλασι καὶ πᾶσι τοῖς οὕτω θερµοῖς νοσήµασιν ἀεὶ τὸ ψαῦόν τε καὶ συνεχὲς µόριον αὐτὸ µὲν πρῶτον ἀπολαύει τῆς θερµασίας, ἔπειτα δὲ καὶ τῷ πλησιάζοντι µεταδίδωσι, κᾀκεῖνο αὖθις τῷ µεθ’ ἑαυτὸ, καὶ οὕτως ἐπὶ τὴν ἀρχὴν τῆς ἐµφύτου θερµασίας ἀφικοµένης τῆς δυσκρασίας ὅλον ἐν τάχει τὸ σῶµα µεταλαµβάνει τοῦ τῆς ἀρχῆς παθήµατος. αἱ δ’ ἐν τοῖς ἡλιουµένοις χωρίοις διατριβαὶ πολυχρόνιοι τῶν µὲν γυµνῶν ὅλον ἐκθερµαίνουσιν ἀµέτρως ἐνίοτε τὸ δέρµα, τῶν δ’ ἠµφιεσµένων µόνην τὴν κεφαλήν. καὶ τοῦτ’ ἔστιν ἡ ἔγκαυσις. εἰ δ’ ἅπαν ἐπινεµηθείη τὸ σῶµα, πυρετὸς ἂν οὕτω γένοιτο. τὸ δὲ τέταρτον γίνος τῆς αἰτίας τῆς ἀναπτούσης ἀµέὁρᾶται γιγνόµενον. ῥιγώσας γάρ τις ἀµέτρως καὶ νηξάµενος ἐν ὕδατι στυπτηριώδει, ἤ τινος τοιαύτης ἑτέρας µετέχοντι δυνάµεως, ἐστέγνωσέ τε καὶ ἐπύκνωσε τὸ δέρµα καὶ τὰς διαπνοὰς ἔνδον καθεῖρξεν. αἱ δ’ εἰ τύχοιεν οὖσαι καπνώδεις ἀθροισθεῖσαι, πυρετὸν ἐγέννησαν. τὸ δὲ δὴ πέµπτον εἶδος τῆς ἀναπτοµένης ἀµέτρως θερµότητος ἐδεσµάτων εἰσὶ ποιότητες δριµεῖαι καὶ θερµαὶ, σκορόδων τε καὶ πράσων καὶ κροµµύων καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ γὰρ οὖν καὶ ἡ τούτων χρῆσις ἀµετροτέρα γιγνοµένη πυρετὸν ἤγειρεν ἐνίοτε. καὶ µὲν δὴ καὶ ποµάτων θερµῶν, οἷον οἴνου τε παλαιοῦ καὶ δριµέος προσενεχθέντος πλείονος ἀσθενεῖ σώµατι καὶ φαρµάκων δριµέων ἀλεξητηρίων τε καὶ δηλητηρίων, ἐπύρεξαν ἄνθρωποι. τί οὖν δή, φασιν, οὐ διὰ παντὸς ἐφ’ ἑκάστῳ τῶν εἰρηµένων αἰτίων ἀνάπτεται πυρετός; ὅτι καὶ τὸ ποσὸν τῆς δρώσης αἰτίας ἄνισόν ἐστι, καὶ ἡ συστᾶσα διάθεσις ἀπ’ αὐτῆς ἐν τῷ σώµατι παµπόλλην ἐν τῷ µᾶλλόν τε καὶ ἧττον ἔχει τὴν διαφορὰν, αὐτό τε τὸ σύµπαν τοῦ ζώου σῶµα πάµπολυ διενήνοχεν ἕτερον ἑτέρου πρὸς τὸ ῥᾳδίως ἢ µόγις ἐξίστασθαι τοῦ κατὰ φύσιν. ὡς οὖν οὐκ ἀπορεῖς διὰ τί πᾶσα κίνησις οὐκ ἐργάζεται κόπον, ἀλλ’ ἐναργές ἐστί σοι τό γε τοσοῦτον, ὡς εἰ µὴ πλείων εἴη καὶ ἰσχυροτέρα τῆς τῶν ἄρθρων τε καὶ µυῶν φύσεως, οὐκ ἄν ποτε κοπώσειεν αὐτὰ, κατὰ τὸν αὐτὸν ἐχρῆν σε τρόπον ἐννοεῖν, ὡς οὐδ’ ἡ κοπώδης αὕτη διάθεσις, εἰ µὴ µέγεθός τε καὶ χρόνον ἀξιόλογον σχοίη, οὐκ ἂν τὸ πᾶν ἑαυτῇ σῶµα συγκακῶσαι δυνήσεται. ἢ κίνησις µὲν ὀλίγη κόπον οὐχ οἵα τέ ἐστιν ἐργάζεσθαι, µικρὸς δὲ κόπος ἀνάψει πάντως πυρετόν; ἢ κίνησις µὲν ἐν τῷ πρός τι τὸ δρᾷν ἕξει, κόπος δ’ οὐχ ἕξει; καὶ µὲν ὅτι γε τὰ µὲν τῶν ἀθλητῶν σώµατα πολυχρονίων τε ἅµα καὶ σφοδροτάτων ἀνέχεται κινήσεων ἄνευ τοῦ κοπωθῆναι, τὰ δ’ ἡµῶν τῶν ἰδιωτῶν, εἰ πλείω βραχὺ παρὰ τὰ καθεστῶτα πονήσαιµεν, εὐθὺς ἀγανακτεῖ, πάντες ἤδη τοῦτό γε καὶ οἱ σκαιότατοι γινώσκουσιν. οὔκουν θαυµαστὸν οὐδὲν, εἰ κοπωθείς τις οὐδ’ ὅλως ἐπύρεξεν. ἢ γὰρ µικρὸς ὁ κόπος, ἢ ὀλιγοχρόνιος, ἢ τῆς τοῦ σώµατος εἴη καὶ µὴ σφοδρὸν καὶ τῆς τοῦ γυµναζοµένου φύσεως ἀσθενέστερον, οὐκ ἄν ποτε κόπον ἐργάσεται, κόπος δ’ ἀνάψει πυρετὸν, κᾂν βραχὺς, κᾂν ὀλιγοχρόνιος ᾖ, κᾂν τῆς τοῦ πάσχοντος σώµατος ἰσχύος ἀσθενέστερος. ἀλλὰ τοῦτό γε κᾀπὶ τοῦ πάντων δραστικωτάτου πυρὸς ἰδεῖν ἔστιν, ὡς οὔτε τοὺς κατεψυγµένους ἐκθερµαίνει χωρὶς χρόνου καὶ ῥώµης· ἥκοντες γὰρ ἐκ κρύους ἐνίοτε διὰ µεγίστης φλογὸς τὰς χεῖρας διαφέροµεν ἀλύπως· οὔτε µὴν πᾶσαν ὕλην ἑτοίµως ἐξάπτει. κάλαµοι µὲν γὰρ οἱ ξηροὶ κατὰ τὴν πρώτην εὐθὺς ὁµιλίαν ἀνάπτονται, ξύλα δ’ ὑγρὰ καὶ χλωρὰ χρόνου τε δεῖται µακροῦ καὶ φλογὸς ἰσχυρᾶς, ἵν’ ἐξαφθῇ. πῶς οὖν ἐπὶ τοῦ πυρὸς οὐδὲν τούτων θαυµάζων ἐπὶ τοῦ κόπου θαυµάζεις, εἰ καὶ µεγέθους δεῖται καὶ χρόνου καὶ τοῦ σώµατος ἐπιτηδείως ἔχοντος ἐξάπτεσθαι; ἄµεινον δ’ ἦν σε µὴ τοῦτο θαυµάζειν, ἀλλ’ ἐπισκέψασθαι ποῖον ζώου σῶµα ῥᾳδίως ἐκθερµαίνεσθαι πέφυκε καὶ ποῖον δυσχερῶς. ἀλλὰ τοῦτο µὲν ἐφεξῆς ἀκούσῃ. ἐν δέ γε τῷ παρόντι µηδὲν εἶναί σοι φαινέσθω θαυµαστὸν, εἰ καὶ χρόνου δεῖται καὶ µεγέθους τὸ µέλλον ποιήσειν ὁπωσοῦν, καὶ προσέτι τοῦ πλησιάζοντος ἐπιτηδείου παθεῖν. οὐδὲ γὰρ τὸ πῦρ οἷόν τ’ ἐστὶ χωρὶς τούτων καίειν, οὐδὲ τὸ ξίφος τέµνειν, οὐδ’ ἄλλο τι τῶν δραστικωτάτων οὐδὲν οὔτ’ εἰς ἰσχυρότερον ἑαυτοῦ δρᾷν πέφυκεν οὔτ’ ἄνευ χρόνου τινὸς ἀξιολόγου. τῆς µὲν οὖν λυχνιαίας φλογὸς οὐκ ἂν ἀθρόως οὐδὲ τοὔλαιον καταχέαις, µή τοί γε δὴ τὸ ὕδωρ, καὶ τῷ ξίφει τέµνειν οὐκ ἂν οὐδὲ τοὺς λίθους ἐπιχειρίσειας, µὴ ὅτι γε ἀδάµαντα, κόπον δὲ καὶ θάλψιν καὶ ψύξιν καὶ τὰ ἄλλα τὰ τοιαῦτα πυρετὸν ἀξιώσεις ἀνάπτειν ἀεὶ, κ¿ν µικρὸν, κ¿ν ὀλιγοχρόνιον, κ¿ν ἀνεπιτήδειον ἔχῃ τὸ σύµπαν σῶµα πρὸς τὸ θερµαίνεσθαι, ἢ οὔ; τὸ µὲν γὰρ ἤδη θερµὸν ἑτοιµότερον ὑπερθερµανθῆναι, καθάπερ οὖν τὸ ψυχρὸν ὑπερψυχθῆναι, τὸ δ’ ἐναντίως ἔχον ἀνεπιτήδειον. οὕτω µὲν οὖν ἀναίσθητός τε καὶ ἀµαθὴς ἡ τῶν τοιαῦτα ζητούντων ἀπορία· τοὺς δὲ µηδὲν ἀποφαινοµένους ἑτοίµως τε καὶ προπετῶς ὑπὸ µηδενὸς τῶν εἰρηµένων µηδέποτε γίγνεσθαι πυρετὸν, ἢ τῆς ἀναισθησίας ἐλεεῖσθαι προσῆκεν, ἢ τῆς φιλονεικίας µισεῖσθαι. λέλυται γοῦν καὶ τὰ τούτων σοφίσµατα δι’ ἑτέρου γράµµατος ὑπὲρ τῶν προκαταρκτικῶν αἰτίων ἰδίᾳ γεγραµµένου. καὶ νῦν οὐκ ἀντιλέγειν τοῖς ἡµαρτηµένοις καιρὸς, ἀλλὰ τἀληθῆ διδάσκειν πρόκειται. πάλιν οὖν ἐπανελθόντες ἐχώµεθα τῶν προκειµένων. ἦν δὲ, οἶµαι, προκείµενον ἑκάστου τῶν ἁπλῶν νοσηµάτων εἰπεῖν τὰς προηγουµένας αἰτίας ἄχρι καὶ τῶν προκαταρκτικῶν. οὐδὲν γὰρ χεῖρον τοῖς οὕτω διαστειλαµένοις τὰς προσηγορίας τοῦ σαφοῦς ἕνεκα ἀκολουθῆσαι. τὰς µὲν δὴ κατ’ αὐτὸ τὸ ζῶον εἴτ’ οὖν διαθέσεις, εἴτε καὶ κινήσεις παρὰ φύσιν, αἰτίας ὀνοµάζουσι προηγουµένας νοσηµάτων, τὰ δ’ ἔξωθεν προσπίπτοντα καὶ ἀλλοιοῦντα καὶ µεταβάλλοντα µεγάλως τὸ σῶµα προκατάρχοντά τε καὶ προκαταρκτικὰ καλοῦσιν αἴτια.