Светлый фон
[78b5s] ῟Ων θάτερον αὖ πάλιν διέπλεξεν δίκρουν

[78b5s] ῟Ων θάτερον αὖ πάλιν διέπλεξεν δίκρουν

῟Ων ἐγκυρτίων φησὶ τὸ ἕτερον διέπλεξε δίκρουν· ὀνοµάζεται δὲ συνήθως µὲν ἄλλοις ξύλον δίκρουν τὸ δύο κεραίας ἔχον, ὁ Πλάτων δὲ νῦν µετήνεγκε τὴν προσηγορίαν ἐπὶ <τὸ> θατέρου τῶν ἐγκυρτίων στόµιον, ὅπως νοήσωµεν αὐτὸ διττόν. καὶ κατὰ τοῦτο τὴν [δὲ] ἀσάφειαν ἐνειργάσατο, παρενθεὶς οὐκ ἀναγκαίως ἐν τῷδε <τῷ> τοῦ λόγου µέρει· σαφέστερον γὰρ <ἂν> ἡρµηνεύετο λεγόντων ἡµῶν, ὥσπερ δύο τὰ ἐγκύρτια τῷ λόγῳ διέγραψεν, οὕτως καὶ τὸ στόµιον <διττὸν> εἶναι <τὸ> τελευτῶν εἰς τὸ ἄνω πέρας τοῦ µεγάλου κύρτου. βούλεται γὰρ ἡµᾶς νοῆσαι τῇ µὲν ἐκτὸς περιγραφῇ τοῦ µεγάλου κύρτου τὸ ἔξωθεν ἅπαν<τι> τῷ σώµατι περικείµενον ἐοικέναι δέρµα, περιεχοµένας δ’ ἐν αὐτῷ καθάπερ ἐγκύρτια κενὰ δηλονότι τὰς ἔνδον αὐτοῦ ἐχοµένας χώρας, τήν τε κατὰ τὴν γαστέρα καὶ τὴν κατὰ τὸν θώρακα· δύο γὰρ ἐκ τούτων ἀνήκουσιν οἷον αὐλοὶ πρὸς τὴν τοῦ στόµατος εὐρυχωρίαν. νόει δέ µοι καὶ κατὰ τὸ παρὸν ἕνεκα σαφηνείας τοῦ λεγοµένου µηδόλως ἐν τῷ στόµατι περιεχοµένην τὴν γλῶτταν· ἔσονται γὰρ οὕτως οἱ εἰς τὴν ἐντὸς εὐρυχωρίαν τοῦ στόµατος ἥκοντες αὐλοί, στόµαχος µὲν ἐκ τῆς κοιλίας, ἀρτηρία δὲ ἡ τραχεῖα καλουµένη διήκουσα πρὸς τὸν πνεύµονα κείµενον ἐν τῇ κοιλότητι κατ’ ἴσον τῷ ἑτέρῳ τῶν ἐγκυρτίων. κατὰ µὲν οὖν τοῦτο τὸ στόµιον ἡ ἀναπνοὴ γίνεται εἰσιόντος τε καὶ ἐξιόντος τοῦ πνεύµατος, κατὰ δὲ θάτερον ἡ τῶν ἐσθιοµένων καὶ πινοµένων εἰς τὴν γαστέρα φορά. τὸ µὲν οὖν πλεῖστον ἑκατέρας τῶν εἰρηµένων ὑλῶν οὕτως εἰς τὸ σῶµα διὰ τοῦ στόµατος ἔρχεται, ὀλίγον δέ τι βούλεται καθ’ ἑκάτερον τῶν στοµίων συνεισέρ χεσθαι πρὸς µὲν τὴν γαστέρα τοῦ πνεύµατος, εἰς δὲ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύµονα τοῦ πόµατος. παρενθεὶς οὖν, ὡς ἔφην, τὸ ἕτερον τῶν ἐγκυρτίων εἶναι δίκρουν, ἀσάφειαν <ἐν>ειργάσατο τῷ λόγῳ µετὰ τοῦ καὶ ἀντιλογίαν ἐπιδέχεσθαι· τὴν γὰρ <διὰ> τῆς τραχείας ἀρτηρίας γινοµένην ἀναπνοὴν δίκρουν ἔφη ὑπάρχειν, εἶπε δὲ τοῦτο διὰ τὸ τὴν µὲν ἀναπνοὴν ἡµῖν γίνεσθαι διά τε τῆς ῥινὸς καὶ τοῦ στόµατος, τὴν δὲ ἐδωδὴν καὶ πόσιν διὰ µόνου τοῦ στόµατος. ἔνθα φηµὶ καὶ ἀντιλογίαν ποιήσεσθαι τοὺς φιλεγκλήµονας· οὐ γὰρ µόνου θατέρου τῶν ἐγκυρτίων εἶναι φήσουσι τὰ δύο κέρατα, τό τε διὰ τῆς ῥινὸς καὶ τὸ διὰ τοῦ στόµατος, ἐπειδὴ τὸ στόµα καὶ θατέρου τοῦ κατὰ τὴν κοιλίαν κοινόν ἐστι πέρας. ἐπεὶ δ’ οὖν ἤδη νενόηται, τί βούλεται τῷ παντὶ κύρτῳ προσεοικέναι τῶν ἐν ἡµῖν καὶ τίνα τοῖς ἐγκυρτίοις, ἐπὶ τὰς ἐφεξῆς αὐτοῦ λέξεις ἰέναι καιρός.

[78b6] καὶ ἀπὸ τῶν ἐγκυρτίων δὴ διετείνατο οἷον σχοίνους κύκλῳ διὰ παντὸς πρὸς τὰ ἔσχατα τοῦ πλέγµατος.