Светлый фон

[78b6] καὶ ἀπὸ τῶν ἐγκυρτίων δὴ διετείνατο οἷον σχοίνους κύκλῳ διὰ παντὸς πρὸς τὰ ἔσχατα τοῦ πλέγµατος.

Τούτου τὸ ἀνάλογον οὐκέτι κατὰ τοὺς τῶν ἁλιέων ἔστι κύρτουσ·ἀπὸ τῶν ἐγκυρτίων γὰρ πρὸς τὸ τοῦ περιέχοντος κύρτου πλέγµα σχοῖνος οὐδεµία διήκει κενοῦ τοῦ µεταξὺ παντὸς ὄντος. ἐν ἡµῖν δὲ διήκουσιν ἔκ τε τῆς κοιλίας καὶ τοῦ πνεύµονος εἰς ἅπαν τὸ σῶµα µέχρι τῶν ἐσχάτων αὐτοῦ περάτων ἐκτὸς ἀρτηρίαι καὶ φλέβες, ἃς εἰκάζει σχοίνοις ἀπὸ τῶν ἐγκυρτίων ἐπὶ τὸν κύρτον ἐκτεινοµέναις.

[78b7-c2] Τὰ µὲν οὖν ἔνδον ἐκ πυρὸς συνεστήσατο τοῦ πλοκάνου ἅπαντα, τὰ <δ’> ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ

[78b7-c2] Τὰ µὲν οὖν ἔνδον ἐκ πυρὸς συνεστήσατο τοῦ πλοκάνου ἅπαντα, τὰ <δ’> ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ

Τοῦ πλοκάνου λέγει νῦν ὅλου τοῦ τῷ κύρτῳ παραπλησίου. ἐπεὶ δὲ ἔστιν ἔνδον αὐτοῦ καὶ τὰ ἐγκύρτια, βούλεται δὲ τὴν περιεχοµένην ὑπὸ τούτων χώραν ἀεροειδῆ µᾶλλον ὑπάρχειν ἢ πυροειδῆ, διὰ τοῦτο προσέθηκε τῷ περὶ τοῦ παντὸς πλοκάνου λόγῳ τὰ ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ. τὰ µὲν οὖν ἐγκύρτια προδήλως ἐστὶ τοιαῦτα· κενὴ γὰρ χώρα µόνον ἀέρα περιέχουσα κατὰ τὸν θώρακα φαίνεται, τὸ δὲ κύτος οὐκέτι πρόδηλον ὅπως ἀεροειδὲς εἴρηται· δοκεῖ γὰρ ἐκ τοῦ κύτος ὀνόµατος ὡς ἓν σηµαίνεσθαι τὸ σῶµα, περὶ οὗπερ ἂν ὁ λόγος γένηται, φαίνεται δὲ µάχεσθαι τοῦτο τοῖς προειρηµένοις, εἴ γε τὸ σύµπαν ‘κύτος τοῦ κύρτου’ συµπληροῦται διά τε τῶν ἐγκυρτίων <καὶ> τοῦ µεταξὺ παντός, ὅσον ἀπὸ τούτων εἰς τὴν ἐκτὸς περιγραφὴν τοῦ κύρτου διήκει, καθ’ ὃ τὰς οἷον σχοίνους διατετάσθαι ἔφασκε [τέτταρας ἡµᾶς νοεῖν], ἃς ἐλέγοµεν ἀρτηρίας εἶναι καὶ φλέβας. καταλείποιτο ἂν οὖν ἡµᾶς νοεῖν τὸ ‘κύτος τοῦ κύρτου’ λεγόµενον αὐτὸ τὸ ἔξωθεν αὐτοῦ πλέγµα· τοῦτο γάρ ἐστι τὸ τὴν οὐσίαν ὅλην τοῦ κύρτου συνιστάνον. ὥσπερ οὖν τὸ µεταξὺ τούτου τε καὶ τῶν ἐγκυρτίων ἐνοοῦµεν ὑπὸ πυρὸς ἐπικρατούµενον, οὕτως ὑπ’ ἀέρος ἐπικρατεῖσθαι χρὴ νοῆσαι τὸ ἔξωθεν αὐτοῦ πέρας, ὅπερ ἐστὶν αὐτὸ τὸ κύτος τοῦ πλοκάνου, τοῦτο δ’ ἂν ἐν ἡµῖν εἴη τὸ δέρµα ψυχρὸν ὑπάρχον ὡς τὰ περιεχόµενα <σπλάγχνα κἀπὶ> τούτῳ συνεχὲς τῷ πέριξ ἀέρι. καί µοι δοκεῖ βούλεσθαι <δηλοῦν> τὸν περικείµενον ἀέρα τὸν ψαύοντα τοῦ πλοκάνου µέρος τι καὶ αὐτὸν εἶναι τοῦ κύρτου, καὶ κατὰ τοῦτο µάλιστα τὴν ἀσάφειαν ὁ λόγος ἐσχηκέναι·τούτου γὰρ ὑποτεθέντος ἅπαντα ἀλλήλοις ὁµολογεῖται κατὰ τὸν ἑξῆς λόγον, ἐφ’ ὃν µετιέναι καιρός.

[78c2s] καὶ λαβὼν αὐτὸ περιέστησεν τῷ πλασθέντι ζῴῳ τρόπον τοιόνδε.

[78c2s] καὶ λαβὼν αὐτὸ περιέστησεν τῷ πλασθέντι ζῴῳ τρόπον τοιόνδε.

Τὸ προειρηµένον ὑπ’ αὐτοῦ ‘πλόκανον’ οὐκ ἔστι µὲν καθ’ αὑτό, τὴν νόησιν δὲ αὐτοῦ καθ’ ἑαυτὴν λαβόντας ἡµᾶς οὕτω χρὴ συνάπτειν τῷ ζῴῳ.