[78d2-79a4] καὶ πᾶν δὴ τοῦτο τοτὲ µὲν εἰς τὰ ἐγκύρτια συρρεῖν µαλακῶς, ἅτε ἀέρα ὄντα, ἐποίησεν, τοτὲ δὲ ἀναρρεῖν µὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγµα, ὡς ὄντος τοῦ σώµατος µανοῦ, δύεσθαι εἴσω δι’ αὐτοῦ καὶ πάλιν ἔξω, τὰς δὲ ἐντὸς τοῦ πυρὸς ἀκτῖνας διαδεδεµένας ἀκολουθεῖν ἐφ’ ἑκάτερα ἰόντος τοῦ ἀέρος, καὶ τοῦτο, ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῷον, µὴ διαπαύεσθαι γιγνόµενον: τούτῳ δὲ δὴ τῷ γένει τὸν τὰς ἐπωνυµίας θέµενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγοµεν θέσθαι τοὔνοµα. πᾶν δὲ δὴ τό τ’ ἔργον καὶ τὸ πάθος τοῦθ’ ἡµῶν τῷ σώµατι γέγονεν ἀρδοµένῳ καὶ ἀναψυχοµένῳ τρέφεσθαι καὶ ζῆν: ὁπόταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνηµµένον ἕπηται, διαιωρούµενον δὲ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δή, καὶ κατὰ σµικρὰ διαιροῦν, διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον, οἷον ἐκ κρήνης ἐπ’ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν αὐτά, ῥεῖν ὥσπερ αὐλῶνος διὰ τοῦ σώµατος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύµατα.
῾Υποµνήσωµεν ἡµᾶς αὐτούς, ὅτι τὸ<ν> µὲν ὅλον κύρτον, οὗ τὸ δέ<ρµα> πέρας ὃ συνεχές ἐστι τῷ ἔξωθεν ἀέρι, βούλεται νοεῖν ἡµᾶς ἐν ἑαυτῷ ἔχειν οἷον ἐγκύρτια δύο χώρας ἀέρος τὴν µὲν ἐν τῇ γαστρί, τὴν δ’ ἐν τῷ θώρακι, τὸ δὲ µεταξὺ τούτων, ὅπερ ἐστὶ τὸ σῶµα, διατεταµένας ἔχειν ἀκτῖνας πυρός, ἃς εὔλογόν ἐστι νοεῖν ἡµᾶς διὰ τῶν ἀρτηριῶν καὶ φλεβῶν τετάσθαι καὶ εἶναι ταύτας αὐταῖς ὁδοὺς τῆς ἐφ’ ἑκάτερα φορᾶς ἔσωθέν τε ἔξω καὶ αὖθις ἔξωθεν [τε] ἔσω· δύο γὰρ εἶναι κινήσεις ἐναντίας ἀλλήλαις φησὶ τῷ παντὶ πλοκάνῳ ποτὲ µὲν ἀπὸ τῶν ἐγκυρτίων ἄχρι τοῦ περιέχοντος ἡµᾶς ἀέρος φεροµένῳ, ποτὲ δὲ ἀπ’ αὐτοῦ πρὸς τὰ ἐγκύρτια· τίνα δὲ τρόπον αἱ κινήσεις αὗται γίνονται καὶ τίνα τὴν αἰτίαν ἔχουσι τοῦ µὴ παύεσθαι ἄχρι περ ἂν ζῇ τὸ σῶµα, διὰ τῶν ἐφεξῆς ἐρεῖ, ἀλλὰ νῦν γε τὸν προκείµενον λόγον συγκεφαλ<αι>ούµενος τὴν ἐφ’ ἑκάτερα κίνησιν ἀναπνοήν τε καὶ ἀνάδοσιν τροφῆς ἐργάζεσθαί φησιν. ἐγὼ µὲν οὖν τὸ συγκείµενον ὅλον ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς ἐκπνοῆς ἀναπνοὴν ὠνόµασα τοῖς ἰατροῖς ἑπόµενος σχεδὸν ἅπασιν· ὄντων γὰρ τριῶν πραγµάτων, ἑνὸς µὲν τῆς εἴσω φορᾶς, δευτέρου δὲ τῆς ἔξω καὶ τρίτου <τοῦ> ἐξ ἀµφοῖν συγκειµένου, τὴν µὲν ἔσω φορὰν τοῦ πνεύµατος εἰσπνοὴν ὀνοµάζουσι, τὴν δὲ ἔξω φορὰν ἐκπνοήν, τὸ δὲ ἐξ ἀµφοῖν σύνθετον ἀναπνοήν, ὁ δὲ Πλάτων τὴν εἰσπνοὴν ἀναπνοὴν ὠνόµασεν, ἣν γίνεσθαί φησιν εἴς τε τὴν ἀρτηρίαν τὴν τραχεῖαν δηλονότι καὶ τὴν γαστέρα· διαδεχοµένης δὲ τὴν εἴσω φορὰν τοῦ πνεύµατος τῆς ἔξω κατὰ τὴν µεταξὺ χώραν τῶν τε ἐγκυρτίων καὶ τοῦ µεγάλου κύρτου τέµνεσθαι τὰ σιτία καὶ τὰ ποτὰ κατὰ τὴν ἔσω κίνησίν τε καὶ φορὰν τοῦ παντὸς πλοκάνου, συναναφέρεσθαι δὲ εἰς τὸ σῶµα τῇ τε θερµασίᾳ καὶ τῷ πνεύµατι καταθραυσθέντα. τοῦτο µὲν ἡ καλουµένη πρὸς τῶν ἰατρῶν ἀνάδοσίς ἐστι φεροµένης τῆς τροφῆς διὰ τῶν φλεβῶν τε καὶ τῶν ἀρτηριῶν ἐπὶ πάντα τὰ µόρια τοῦ σώµατος· τίς δὲ ἡ τῆσδε τῆς ἐφ’ ἑκάτερα φορᾶς ἐστιν αἰτία τῷ τε πνεύµατι καὶ τῇ θερµασίᾳ, µετὰ ταῦτα διέρχεται.