Светлый фон

4.6.41. ταῦτα μέν φησι λέγειν αὐτὸν “παρ’ αὑτῷ διαλεγόμενον,” οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν, ἐξίστασθαι δ’ οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσι καὶ μὴ κρατεῖν ἑαυτοῦ νικώμενον ὑπὸ τῶν παθῶν.

4.6.42. καὶ γὰρ οὖν κἀνταῦθα τό τε τῶν κρίσεων ἐξίστασθαι καὶ τὸ μὴ κρατεῖν ἑαυτοῦ καὶ τὸ ποτὲ μὲν εἶναι παρ’ ἑαυτῷ, ποτὲ δ’ οὔ, καὶ πάνθ’ ὅσα τοιαῦτα τοῖς τε φαινομένοις ἐναργῶς ὁμολογεῖ καὶ τῇ παλαιᾷ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς δυνάμεων, οὐ μὴν οἷς ὑπέθετο Χρύσιππος.

4.6.43. ὁμοίως δ’ εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ Περὶ τῶν παθῶν βιβλίον· “τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται.”

4.6.44. καὶ πάλιν, “οὕτω γὰρ ἐξιστάμεθα καὶ ἔξω γινόμεθα ἑαυτῶν καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστε ἔστιν ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶ τοῦτο[ν] διαράμενοι βάλλομεν ὡς δή τι περα[ι]νοῦντες δι’ αὐτῶν. εἰ δ’ ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα παραπλησίως.”

4.6.45. καὶ ἐφεξῆς “πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν καὶ τὰς θύρας τύπτομεν οὐ ταχὺ αὐτῶν ἀνοιγομένων πρός τε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους καὶ ἐπιλέγοντες καθ’ ἕκαστα τούτων ἀτοπώτατα.”

4.6.46. ὡσαύτως δὲ κἀν τοῖς ἑξῆς φησιν “ἐννοήσειε δ’ ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν προδιαλελογισμένων.”

4.6.47. ὅλως δ’ εἴ τις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν ὅσα κατὰ τὸ περὶ παθῶν εἴρηται βιβλίον αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν ὁμολογοῦντα δὲ τοῖς τε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος δόξῃ, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ βιβλίου.

4.6.48. μεστὸν γάρ ἐστιν αὐτῶ<ν> τὸ γράμμα, τῶν τε κρίσεων ἐξίστασθαι λέγοντι καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἢ τὴν ἡδονὴν ἤ τι τοιοῦτον μανιωδῶς τε κινεῖσθαι καὶ οὐκ ἐν ἑαυτῷ οὐδὲ παρ’ ἑαυτῷ εἶναι τετυφλῶσθαί τε τὴν διάνοιαν ἀλογίστως τε φέρεσθαι καὶ πάνθ’ ὅσα τοιαῦτα.

4.7.1. τὰς μὲν δὴ τοιαύτας ῥήσεις αὐτοῦ τινι κατὰ σχολὴν ἐκλέγειν ἐπιτρέπω, δεδειγμένου γε ἤδη σαφῶς αὐτῶν τοῦ τύπου. μεταβήσομαι δ’ ἐπί τινα τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρημένων.

4.7.2. “ὁ γοῦν ὅρος οὗτος,” φησίν, “ὁ τῆς ἄτης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν ὑπό τε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι, σαφῶς ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ.

4.7.3. δόξαν γὰρ εἶναι πρόσφατον τοῦ κακὸν αὐτῷ παρεῖναί φησι τὴν λύπην. ἐν ᾧ καὶ συντομώτερον ἐνίοτε λέγοντες ὧδέ πως προ[σ]φέρονται· λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας.”