Светлый фон

4.6.9. οἷος εἰσῆκται καὶ τῷ Εὐριπίδῃ ὁ Μενέλαος· σπασάμενος γὰρ τὴν μάχαιραν φέρεται ἐπὶ τὴν ῾Ελένην ὡς ἀναιρήσων, ἰδὼν δὲ καὶ καταπλαγεὶς [εἰς] τὸ κάλλος ἐξέβαλε τὴν μάχαιραν, οὐδὲ ταύτης ἔτι δυνάμενος κρατεῖν, καθὰ καὶ ἡ ἐπίπληξις αὕτη εἴρηται αὐτῷ·

ἃ πάντα εἴρηται ὀρθῶς τῷ Χρυσίππῳ, μάχεται δὲ τῷ κρίσεις εἶναι τὰ πάθη.

4.6.10. κρίνας γοῦν ὁ Μενέλαος ἀποκτεῖναι τὴν ῾Ελένην καὶ σπασάμενος τὸ ξίφος, ἐπειδὴ πλησίον ἧκεν αὐτῆς, ἐκπλαγεὶς τοῦ κάλλους διὰ τὴν ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς— τοῦτο γάρ ἐστιν ὃ κατασκευάζει παρ’ ὅλον τὸν λόγον ὁ Χρύσιππος—, οὐ μόνον ἀπέρριψε τὸ ξίφος ἀλλὰ καὶ καταφιλεῖ τὴν γυναῖκα καὶ ὥσπερ ἂν εἴποι τις αὑτὸν δοῦλον ἐγχειρίζει οὐ μεταπεισθεὶς ὑπὸ λόγου τινός, ὡς ἑτέραν κτήσασθαι κρίσιν, ἀλλ’ ἀκρίτως τε καὶ ἀλόγως ὁρμήσας ἐπὶ τἀναντία τοῖς ἐξ ἀρχῆς κεκριμένοις.

4.6.11. ὅθεν καὶ αὐτὸς ὁ Χρύσιππος ἐπιφέρων ἐρεῖ· “διὸ πάντων τῶν φαύλων οὕτω πραττόντων ἀποστατικῶς καὶ ἐνδοτικῶς κατὰ πολλὰς αἰτίας ἀσθενῶς καὶ κακῶς ἕκαστα πράττειν ἂν λέγοιτο.”

4.6.12. τὸ μὲν οὖν ἀποστατικῶς μὲν τοῦ λόγου, τοῖς πάθεσι δ’ ἐνδοτικῶς ἁπάντων τῶν φαύλων πραττόντων ἀσθένειάν τινα καὶ ἀτονίαν ἐμφαίνεσθαι κατὰ τὴν ψυχὴν αὐτῶν ἀληθέστατα λέγεται· τὸ δὲ κατὰ πολλὰς αἰτίας, ὃ δὴ καὶ αὐτὸς προσέθηκεν ἐν τῇ ῥήσει, καλῶς μὲν εἴρηται πρὸς αὐτοῦ, κάλλιον δ’ ἦν εἰ καὶ τὰς πολλὰς ταύτας αἰτίας αἵτινές ποτ’ εἰσὶν ἐφεξῆς αὐτὸς διεληλύθει.

4.6.13. εἰ γάρ τις προσέχοι τὸν νοῦν, οὐδὲν οὕτως εὑρήσει συνέχον τὴν περὶ τῶν παθῶν πραγματείαν καὶ μάλιστα τὴν θεραπευτικήν, ἐν ᾗ ταῦτ’ ἔγραφεν, ὡς τὸ πάσας γνῶναι τὰς αἰτίας ὑφ’ ὧν ἀποχωροῦσι τῶν ἐξ ἀρχῆς κρίσεων οἱ κατὰ πάθος τι πράττοντες.

4.6.14. ὁ δέ γε τοσούτου δεῖ συμπάσας ἀκριβῶς ἐκδιδάσκειν ὥστ’ οὐδ’ αὐτὴν ταύτην ἧς μέμνηται νῦν ἐδήλωσε σαφῶς. οὐ γὰρ δὴ ἀποχρήσει γ’ ἡμῖν εἰπεῖν ὡς ἡ τῆς ψυχῆς ἐστιν ἀσθένεια· κοινὴ γὰρ αὕτη γε κατὰ πάντα τὰ πάθη καὶ μία.

4.6.15. Χρύσιππος δὲ πολλὰς εἶναί φησιν αἰτίας τὰς ἐξελεγχούσας δηλονότι τὴν ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ ἐπὶ μὲν τοῦ Μενέλεω τὸ κάλλος τῆς ῾Ελένης, ἐπὶ δὲ τῆς ᾿Εριφύλης τὸν χρυσόν, ἐπ’ ἄλλου δέ τινος ἄλλο.

4.6.16. μυρία γάρ ἐστι τὰ κατὰ μέρος ὑφ’ ὧν ἐξίστανται τῆς ἀρχαίας κρίσεως οἱ κατὰ πάθος ζῶντες.

4.6.17. ἀλλ’ οὐ χρὴ τῶν μυρίων τούτων μνημονεύειν ἀλλ’ εἰς ὀλίγα κεφάλαια τὸν λόγον ἄγειν, ὡς ὁ Πλάτων ἐποίησε βασιλικὸν μέν τι λέγων εἶναι καὶ δεσποτικὸν ἐπιστήμην καὶ μήποτε ἂν ἁμαρτεῖν μηδένα κατὰ μηδὲν ἐπιστήμης παρούσης, τοὺς μέντοι μεταπεισθέντας ἢ ἐπιλαθομένους [αὐτῶν] ἢ βιασθέντας ἢ δελεασθέντας ἐξαμαρτάνειν, ἄλλον ἐν ἄλλῃ πράξει.

4.6.18. ἀλλὰ τὸ μὲν ἐπιλαθέσθαι καὶ τὸ μεταπεισθῆναι πάθος οὐδέπω, καθάπερ οὐδὲ τὸ μηδὲ ὅλως ἔχειν ἐπιστήμην· ἀμαθία γὰρ τοῦτο καὶ ἄγνοιά ἐστιν, οὐ πάθος.