4.6.19. εἰ δέ τις ὑπὸ θυμοῦ βιασθεὶς ἢ δελεασθεὶς ὑφ’ ἡδονῆς ἀπέστη τῶν ἐξ ἀρχῆς κεκριμένων, ἀσθενὴς μὲν ἡ ψυχὴ τούτῳ καὶ ἄτονος, ἡ κίνησις δ’ αὐτῆς τὸ πάθος ἐστίν, ὥσπερ που καὶ ἡ τοῦ κατὰ τραγῳδίαν ὑποκειμένου Μενέλεω ψυχὴ δελεασθεῖσα πρὸς τῆς ἐπιθυμίας ἐξέστη τῶν κεκριμένων, ἡ δέ γε Μηδείας βιασθεῖσα πρὸς τοῦ θυμοῦ, περὶ ἧς καὶ αὐτῆς οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος οὐκ αἰσθάνεται καθ’ ἑαυτοῦ τῶν Εὐριπίδου μεμνημένος ἐπῶν·
4.6.20. οὐ γὰρ μανθάνειν ἐχρῆν εἰρηκέναι τὸν Εὐριπίδην, εἰ τοῖς τοῦ Χρυσίππου δόγμασιν ἔμελλε μαρτυρήσειν, ἀλλ’ αὐτὸ τὸ ἐναντιώτατον, ἀγνοεῖν τε καὶ μὴ μανθάνειν οἷα δρᾶν μέλλει κακά.
4.6.21. τὸ δὲ γινώσκειν μὲν αὐτὸ νικᾶσθαι δ’ ὑπὸ τοῦ θυμοῦ τί ἄλλο ἐστὶν ἢ δύο ἀρχὰς εἰσάγοντος ἀνθρώπου τῶν τῆς Μη-δείας ὁρμῶν, ἑτέραν μὲν ᾗ γιγνώσκομέν τε τὰ πράγματα καὶ ἐπιστήμην ἔχομεν αὐτῶν, ἥτις ἐστὶν ἡ λογικὴ δύναμις, ἑτέραν δ’ ἄλογον, ἧς ἔργον τὸ θυμοῦσθαι;
4.6.22. αὕτη μὲν οὖν Μηδείας ἐβιάσατο τὴν ψυχήν· ἡ δ’ ἑτέρα ἡ ἐπιθυμητικὴ τὴν τοῦ Μενέλεω δελεάσασα κατηνάγκασεν ἀκολουθεῖν οἷς αὐτὴ προσέταττε.
4.6.23. Χρύσιππος δ’ οὔτε τῆς ἐν τούτοις ἐναντιώσεως αἰσθάνεται καὶ μυρί’ ἕτερα γράφει τοιαῦτα, καθάπερ ἐπειδὰν λέγῃ “ἔστι δὲ ὡς οἶμαι κοινότατον ἡ ἄλογος αὕτη φορὰ καὶ ἀπεστραμμένη τὸν λόγον, καθὸ καὶ θυμῷ φαμέν τινας φέρεσθαι.”
4.6.24. καὶ πάλιν “διὸ καὶ ἐπὶ τῶνδε τῶν ἐμπαθῶν ὡς περὶ ἐξεστηκότων ἔχομεν καὶ ὡς πρὸς παρηλλαχότας ποιούμεθα τὸν λόγον καὶ οὐ παρ’ ἑαυτοῖς οὐδ’ ἐν αὑτοῖς ὄντας.”
4.6.25. καὶ ἐφεξῆς δὲ πάλιν ἐξηγούμενος αὐτὰ ταῦτα, “ἡ δὲ παραλλαγὴ γίγνεται καὶ ἡ ἐξ αὐτοῦ ἀναχώρησις οὐ κατ’ ἄλλο τι ἢ τὴν τοῦ λόγου ἀποστροφήν, ὡς προείπομεν.”
4.6.26. τό τε γὰρ “θυμῷ φέρεσθαι” καὶ “ἐξεστηκέναι” καὶ “οὐ παρ’ ἑαυτοῖς οὐδ’ ἐν ἑαυτοῖς εἶναι” καὶ πάνθ’ ὅσα τοιαῦτα φανερῶς <κατα>μαρτυρεῖ τοῦ κρίσεις εἶναι τὰ πάθη κἀν τῇ λογικῇ δυνάμει τῆς ψυχῆς συνίστασθαι, καθάπερ καὶ τὰ οὕτως ἔχοντα·
4.6.27. “διὸ καὶ τοιαύτας ἐστὶν ἀκοῦσαι φωνὰς ἐπί τε τῶν ἐρώντων καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων καὶ ἐπὶ τῶν ὀργιζομένων, ὅτι τε τῷ θυμῷ θέλουσι χαρίζεσθαι καὶ ἐᾶν αὐτούς, εἴτε ἄμεινον εἴτε μή, καὶ μηθὲν λέγειν αὐτοῖς, καὶ ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι καὶ εἰ ἀσύμφορόν ἐστιν αὐτοῖς.”
4.6.28. καὶ γὰρ καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα τὴν θυμοειδῆ δύναμιν ἑτέραν τινὰ τῆς λογιζομένης ἐνδείκνυται καὶ τὴν ὁρμὴν τοῦ ζῴου ποτὲ μὲν ὑπ’ ἐκείνης ἄρχεσθαι διδάσκει, ποτὲ δ’ ὑπὸ τῆς ἐπιθυμητικῆς, ὅταν γ’ ἐν πάθει καθεστήκῃ, καθάπερ ὅταν ἔξω πάθους ὑπὸ τῆς λογικῆς.
4.6.29. ὅμοια δὲ τοῖς προγεγραμμένοις καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα, κάθαπερ ἔχει καὶ τάδε· “οἵας μάλιστα φορὰς καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστάς, ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς λογικῆς ἱσταμένους καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας, μᾶλλον δ’ οὐδ’ ὅλως ὑπομονητικοὺς ἀκοῦσαί τινος τοιούτου”.