Светлый фон

5.7.23. εἴπερ γὰρ ἦν μία μόνη καθάπερ ἐν τοῖς παισίν, οὐδὲν <ἂν> ἐκώλυεν ἀκαίρως ἡμᾶς ἀπολαύειν τῶν ἐπιθυμουμένων ὥσπερ γε καὶ εἰ μόνος ὁ λογισμὸς ἦν πρὸς οὐδὲν ἀνθέλκειν τε καὶ στασιάζειν εἰθισμένος οὐδὲν ἂν ἦν πρᾶγμα διψῶντα μὴ πίνειν ἢ πεινῶντα μὴ ἐσθίειν οὐδ’ ἐγκρατὴς οὐδὲ σώφρων ἂν ὁ μὴ πίνων ὠνομάζετο καθάπερ οὐδ’ ὁ μὴ βαδίζων εἰ μὴ βούλοιτο.

5.7.24. νυνὶ δ’ ἐπεὶ διτταί τινές εἰσιν αἱ τὸν ἄνθρωπον ἐπισπώμεναι δυνάμεις, ἔστι δὲ ἄλογος ἡ τοῦ πόματος ἐπιθυμοῦσα, ἡ δὲ κατέχουσα ταύτην λογική, σωφροσύνης ἐν τῷ τοιούτῳ καὶ ἐγκρατείας ἡ γένεσις.

5.7.25. ἀλλὰ τοῦτο μὲν ἡμῖν οὐ σμικρὸν ἐν παρέργῳ δειχθὲν εἰς τὸν περὶ τῶν ἀρετῶν λόγον μνημονευέσθω μήτ’ ἐγκράτειαν εἶναί τι μήτε σωφροσύνην ἀναιρεθείσης τῷ λόγῳ τῆς ἐπιθυμητικῆς δυνάμεως.

5.7.26. ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἐπάνειμι, ὡς ἡ τοῦ διψῶντος μὲν μὴ βουλομένου δὲ πίνειν ψυχὴ κατὰ μέν τινα τῶν ἑαυτῆς δυνάμεων ἢ μερῶν ἐφίεται ποτοῦ, καθ’ ἕτερον δέ τι φεύγει καὶ ἀποτρέπεται· ἑνὶ γὰρ καὶ ταὐτῷ προσίεσθαί τι καὶ ἀπαρνεῖσθαι καὶ διώκειν καὶ φεύγειν οὐκ ἐνδέχεται.

5.7.27. εἴτε δὲ προσίεσθαι καὶ φεύγειν λέγεις εἴτε διώκειν εἴτ’ ἐφίεσθαι διαφέρει οὐδέν, ὥσπερ οὐδὲ εἰ βούλεσθαι ἢ ὀρέγεσθαι ἢ ἀντιποιεῖσθαι ἢ ἀσπάζεσθαι ἢ ἐπιθυμεῖν.

5.7.28. ἡ γὰρ τῶν τοιούτων ὀνομάτων διαίρεσις οὐδὲν εἰς τὴν παροῦσαν σκέψιν ὀνίνησιν, ἀλλ’ αὐτὸ τοὐναντίον ἄκαιρός τ’ ἐστὶ καὶ τὴν περὶ τῶν πραγμάτων ζήτησιν εἰς τὴν περὶ τῶν ὀνομάτων ἀμφισβήτησιν ἀπάγει.

5.7.29. διὸ καὶ τεχνάζονταί τινες ἐξεπίτηδες ὑπὲρ τοῦ μηδὲν περανθῆναι πρὸς ἕκαστον τῶν ὀνομάτων ἐνίστασθαι· εἰ μὲν ὀρέγεσθαι πόματος εἴποις τὸν διψῶντα, μὴ συγχωροῦντες ὀρέγεσθαι λέγειν· ἀστεῖον γάρ τι τὴν ὄρεξιν εἶναι καὶ μόνου τοῦ σοφοῦ, ὑπάρχειν γοῦν αὐτὴν ὁρμὴν λογι[στι]κὴν ἐπί τι<νος> ὅσον χρὴ ἥδοντος· ἂν δὲ ἐπιθυμεῖν, οὐδὲ οὕτως ὀνομάζειν συγχωροῦντες, τὸ μὲν γὰρ διψῆν οὐκ ἐν τοῖς φαύλοις μόνον ἀλλὰ καὶ τοῖς ἀστείοις γίγνεσθαι, τὴν δ’ ἐπιθυμίαν αὐτήν τε φαύλην εἶναι καὶ μόνοις τοῖς φαύλοις ἐγγίγνεσθαι, εἶναι γὰρ ὄρεξιν ἀθρόως ῥεπτικὴν πρὸς τὸ τυγχάνειν.

5.7.30. εἰ δέ <τις> μὴ μακρὸν οὕτως αὐτῆς ὁρισμὸν ποιήσειεν ἀλλ’ ὄρεξίν γε ἄλογον ὑπάρχειν εἰπών, ἐπιτιμήσει μάλα σεμνῶς ἀνδρὶ πολλάκις οὐκ ἐν τῇ τῶν πραγμάτων ἐπιστήμῃ μόνον, ἀλλὰ κἀν τῇ τῶν ὀνομάτων χρήσει μυρίον διαφέροντι.

5.7.31. τοιοῦτοι δ’ ἀμέλει καὶ τῶν παλαιῶν ἦσαν οὐκ ὀλίγοι καθάπερ καὶ αὐτὸς ὁ Πλάτων φησίν, ὀνόμασι χρώμενοι καινῶς μετωνομασμένοις· δι’ οὕς μοι δοκεῖ καὶ νῦν οὐχ ἓν ἁπλῶς γράψαι κατὰ τὸν προκείμενον λόγον ὄνομα, χρήσασθαι δὲ ἐξεπίτηδες ἅπασιν οἷς ἐγχωρεῖ ταὐτὸν δηλῶσαι πρᾶγμα.

5.7.32. τῷ τε γὰρ ὀρέγεσθαι καὶ τῷ ἐπιθυμεῖν καὶ τῷ ἐφίεσθαι καὶ τῷ ἐπινεύειν ἐπορέγεσθαί τε καὶ θέλειν καὶ βούλεσθαι καὶ προσάγεσθαι καὶ μέντοι καὶ τοῖς ἐναντίοις αὐτῶν ἐπὶ τοῦ ἑνὸς πράγματος φαίνεται χρώμενος, τῷ ἀβουλεῖν καὶ μὴ ἐθέλειν.