5.6.40. δοκῶ μοι καταπαύσειν ἤδη τὸν ἐνεστῶτα λόγον ἐν τῷδε. τὸ γὰρ ἐπισκέπτεσθαι νῦν ὁποίας τινὸς ἔχεται γνώμης ὁ Ζήνων οὐ κατὰ τὸν ἐξ ἀρχῆς ἄν μοι προτεθέντα γίγνοιτο σκοπόν.
5.6.41. ἕνεκα γὰρ τοῦ μὴ μακρολογεῖν ἀποχωρήσειν μὲν ἔφην τῶν ἄλλων Στωϊκῶν, ἐξετάσειν δὲ μόνα τὰ Χρυσίππου. καὶ γὰρ οὐδὲ τί ποτε ἕκαστος ἐγίγνωσκε τῶν φιλοσόφων ὑπὲρ ψυχῆς ὑπεσχόμην ἐν τῇδε τῇ πραγματείᾳ διελθεῖν ἀλλ’ ὅπως ἀληθείας ἔχει τὰ Πλάτωνός τε καὶ ῾Ιπποκράτους δόγματα διασκέψασθαι.
5.6.42. ὥστε καὶ τὰ πρὸς τὸν Χρύσιππον ἀντειρημένα μοι διὰ τὸ προκείμενον ἐγένετο, καὶ Ζήνων, εἰ μὲν τὰ αὐτὰ βούλοιτο Χρυσίππῳ, τοῖς αὐτοῖς ἐγκλήμασιν ὑπεύθυνος καθεστήξεται, εἰ δὲ ταῖς τοῦ Πλάτωνος ἀρχαῖς ἕποιτο Κλεάνθει τε καὶ Ποσειδωνίῳ παραπλησίως, τῆς ἡμετέρας ἂν οὕτω μετέχοι φιλο-σοφίας, εἰ δ’, ὅπερ ἐγὼ πείθομαι, κρίσεσιν ἐπιγίνεσθαι τὰ πάθη νομίζοι, μέσος ἂν εἴη τῆς τε χειρίστης ὑπὲρ αὐτῶν αἱρέσεως τῆς Χρυσίππου καὶ τῆς ἀρίστης ἣν ῾Ιπποκράτης τε καὶ Πλάτων ἁπάντων πρῶτοι μετεχειρίσαντο.
5.6.43. Ποσειδώνιος δὲ καὶ Πυθαγόραν φησίν, αὐτοῦ μὲν τοῦ Πυθαγόρου συγγράμματος οὐδενὸς εἰς ἡμᾶς διασωζομένου τεκμαιρόμενος δ’ ἐξ ὧν ἔνιοι τῶν μαθητῶν αὐτοῦ γεγράφασιν. ἀλλ’ ὅπερ εἶπον ὀλίγον ἔμπροσθεν, οὐχ ἱστορίαν δογμάτων παλαιῶν ὁ λόγος διδάξειν ἐπηγγείλατο μόνα δὲ τὰ πρὸς ῾Ιπποκράτους καὶ Πλάτωνος εἰρημένα διασκέψεσθαι.
5.6.44. καί μοι τοῦτο καθ’ ὅσον οἷός τ’ ἦν περαίνεται διὰ βραχυτάτων. οὐ γὰρ ὅτι πολύβιβλος ἡ πραγματεία χρὴ σκοπεῖν ἀλλὰ τοῦτο μὲν εἰς τὸ πλῆθός τε καὶ τὸ μέγεθος ὧν ἂν ἐπισκεπτώμεθα δογμάτων ἀναφέρειν, ἐξετάζειν δὲ καὶ σκοπεῖν εἰ περὶ τῶν αὐτῶν ἐνεχώρει βραχύτερον εἰπεῖν ἄνευ τοῦ παραλιπεῖν τι τῶν ἀναγκαίων, ὡς τοῦτό γε καὶ ἐξ αὐτῶν ὧν ἔγραψε Χρύσιππος περὶ παθῶν ἔνεστι καταμαθεῖν.
5.6.45. τεττάρων γὰρ βιβλίων οὕτω μεγάλων αὐτῷ γεγραμμένων ὥσθ’ ἕκαστον εἶναι διπλάσιον τῶν ἡμετέρων, ὅμως ἡμεῖς οὐδ’ ἐν ὅλοις δύο τὴν περὶ τῶν παθῶν αὐτοῦ γνώμην ἐξητάκαμεν εὐθὺς καὶ τῶν τῷ Ποσειδωνίῳ γραφέντων εἰς τὴν αὐτὴν πραγματείαν ἐπιμνησθέντες.
5.6.46. ἡ μὲν δὴ πρὸς Χρύσιππον ἀντιλογία τέλος ἐχέτω. νομίζω γὰρ εἰ μέν τις προσέσχε τὸν νοῦν τοῖς εἰρημένοις οὐκ ἂν χαλεπῶς αὐτὸν ἐξευρεῖν ὅσα κατὰ μέρος ἐν ὅλῃ τῇ πραγματείᾳ διημάρτηται, εἰ δέ τις οὐ προσέσχε τούτοις, οὐδ’ ἂν ἔτι πλείω γράφηται, προσέξει.
5.7.1. Μεταβήσομαι δ’ ἤδη πρὸς τὴν ὑπὸ Πλάτωνος εἰρημένην ἐπίδειξιν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὲρ τοῦ τρία τῆς ψυχῆς εἶναι μόρια τὰ καθ’ ὁρμὴν ἡμᾶς κινοῦντα.
5.7.2. γινώσκειν δὲ χρὴ κἀνταῦθα τὸ μὲν ὅτι μόρια διαφέροντ’ ἀλλήλων ἐστίν, οὐκ ἀναγκαστικῶς ἀποδεικνύμενον· οὐδὲ γὰρ μᾶλλον τρεῖς εἶναι δυνάμεις ἢ τρία μόρια δείκνυσιν ὁ λόγος· ὅτι μέντοι γε τρία τὰ σύμπαντ’ ἐστὶν εἴτε μόρια ψυχῆς εἴτε δυνάμεις ὑφ’ ὧν ὁ βίος ἡμῶν διοικεῖται, βιαστικῶς τε καὶ ἀναντιρρήτως ἀποδείκνυται.