5.7.3. ὥστε καὶ ἐκ τῶν νῦν λεχθησομένων ἡ μὲν τοῦ Χρυσίππου διαβληθήσεται δόξα κατασκευασθήσεται δὲ τὸ κοινὸν ᾿Αριστοτέλει καὶ Πλάτωνι καὶ Ποσειδωνίῳ δόγμα, τὸ καθ’ ἑτέραν μὲν ἡμᾶς δύναμιν λογίζεσθαι, καθ’ ἑτέραν δὲ θυμοῦσθαι, κατ’ ἄλλην δ’ ἐπιθυμεῖν.
5.7.4. ὅτι μέντοι καὶ ταῖς οὐσίαις ἀλλήλων ταῦτα διαφέρει καὶ πολὺ μᾶλλον ὅτι κατὰ διαφέροντας ἵδρυται τόπους ἐκ μὲν τῶν νῦν λεχθησομένων ἐπιστημονικὴν ἀπόδειξιν οὐκ ἔνεστι λαβεῖν· ἐν δὲ τῷ μετὰ ταῦθ’ ὑπομνήματι γραφησομένῳ μοι, τῆς ὅλης πραγματείας ἕκτῳ γενήσεσθαι μέλλοντι, δι’ ἐναργῶν λημμάτων ἀποδειχθήσεται κατὰ τὰς ῾Ιπποκράτους τε καὶ Πλάτωνος μεθόδους.
5.7.5. ἰστέον δ’ ὅτι καὶ ὁ Πλάτων αὐτὸς ἐπίσταται τὴν δύναμιν τῶν λεχθησομένων ἀποδείξεων. ἄρχεσθαι γοῦν αὐτῶν μέλλων τάδε προὔγραψε·
5.7.6. “καὶ εὖ γ’ ἴσθι ὦ Γλαύκων ὡς ἡ ἐμὴ δόξα ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων οἵαις δὴ νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε λάβωμεν·
5.7.7. ἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδός” ἐστι, δι’ ἧς ἀποδείκνυται τρία τῆς ψυχῆς ἡμῶν εἶναι τὰ μέρη οὐ μόνον τοῖς τόποις τοῦ σώματος, ἀλλὰ καὶ ταῖς οὐσίαις καὶ ταῖς δυνάμεσι καὶ ταῖς ἐνεργείαις διαφέροντα, ὡς κατὰ τὸν ἑξῆς λόγον ἐπιδείξω, καθ’ ὃν καὶ τὴν μέθοδον αὐτὴν ἣν ἐνταῦθ’ αἰνίττεται μέλλω διεξέρχεσθαι.
5.7.8. διὰ τί δὲ καίτοι μὴ θαρρῶν ᾗ μέλλει λέγειν ἀποδείξει, ὅμως χρῆται, πρόδηλον ὑπάρχειν οἶμαι τῷ γε προσεσχηκότι τὸν νοῦν οἷς [δὲ] ἀρτίως ἐλέγομεν, ὡς ὅτι μὲν τρεῖς εἰσιν αἱ διοικοῦσαι τὸν βίον ἡμῶν δυνάμεις ἐναργῶς ἀποδείκνυται, μὴ μέντοι τὸ ὅτι διαφέρουσαι ταῖς οὐσίαις.
5.7.9. πρὸς δὲ τὴν προκειμένην αὐτῷ πραγματείαν ἐν τῇ Πολιτείᾳ, τὴν περὶ δικαιοσύνης τε καὶ τῶν ἄλλων ἀρετῶν, ὑπὲρ ἁπασῶν γὰρ ἐν τοῖς ἑξῆς ποιεῖται τὸν λόγον, ἤρκει τὸ δειχθῆναι τρεῖς εἶναι δυνάμεις ἑτερογενεῖς.
5.7.10. οὕτω γοῦν καὶ ὁ Ποσειδώνιος ὑπολαβὼν ἀπεχώρησέ τε τοῦ Χρυσίππου καὶ μᾶλλον ἠκολούθησεν ᾿Αριστοτέλει καὶ Πλάτωνι. προσέθηκα δὲ τῷ λόγῳ τὸ μᾶλλον ἐπειδὴ κατὰ μέρος εὑρίσκονταί τινα διαφωνοῦντες οἱ τρεῖς ἄνδρες ὑπὲρ τῆς τῶν ἀρετῶν διαφορᾶς, κατὰ δὲ τὸ σύμπαν ὁμολογοῦσιν ἀλλήλοις.
5.7.11. ἐπιδείξω δὲ καὶ αὐτὸ τοῦτο σαφῶς ἡνίκ’ ἂν ἐν τοῖς ἔπειτα τὸν ὑπὲρ τῶν ἀρετῶν διεξέρχωμαι λόγον· ἐν δὲ τῷ παρόντι τῶν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὸ τοῦ Πλάτωνος εἰρημένων ἀποδείξεων ἤδη μνημονεύσω προγράψας τὴν ῥῆσιν ἀφ’ ἧς ἄρχεται τοῦ λόγου· ἔχει δὲ ὧδε·
5.7.12. “ταὐτὸν δηλονότι τἀναντία ποιεῖν ἢ πάσχειν [ἢ] κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα.”
5.7.13. εἶθ’ ἑξῆς πιστωσάμενός τε τοῦτο καὶ περὶ τῶν δοκούντων μάχεσθαι διελθὼν ἐπιφέρει· “ἆρ’ οὖν, ἦν δ’ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιημάτων εἴτε παθημάτων; οὐδὲν γὰρ ταύτῃ διοίσει. ἀλλ’, —ἦ δ’ ὅς, τῶν ἐναντίων.