18. ῞Ωσπερ δὲ τὰ προειρηµένα πάντα µόρια ταῖς κατ’ ἀγκῶνα φλεβοτοµίαις, ὡς εἴρηται, γιγνοµέναις ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων ἐστὶ ταῖς ἐπ’ ἰγνύων τε καὶ σφυρῶν. ἔστι δὲ τῶν προειρηµένων κατωτέρω τὰ κατ’ ἰσχίον τε καὶ κύστιν καὶ µήτραν. νεφροὶ δὲ ἐπαµφοτερίζουσι κάτω µὲν ὄντες ἤδη τῶν πρότερον εἰρηµένων, ἄνω δὲ τῶν δεύτερον, διὸ καὶ ταῖς ἐπ’ ἀγκῶνος ἐνίοτε φλεβοτοµίας ὑπακούουσιν, ὅταν ἥ τε φλεγµονὴ πρόσφατος εἴη καὶ πλῆθος αἵµατος. ἐφ’ ὧν δ’ ἡ διάθεσίς ἐστιν ἣν ἰδίως καλοῦσι νεφρῖτιν, τὴν κατ’ ἰγνύαν ἐπὶ τούτου χρὴ τέµνειν, ἢ πάντως γε τὰς κατὰ σφυρὰ φλέβας. αἱ δὲ τῆς µήτρας φλεγµοναὶ µᾶλλον ἔτι νεφρῶν ὑπὸ τῶν ἐν τοῖς σκέλεσι φλεβῶν τεµνοµένων ὠφελοῦνται. ταῖς γὰρ ἐπ’ ἀγκῶνος κενώσεσι καὶ ἄλλο τι πρόσεστι µοχθηρόν. ἐπέχουσι γὰρ ἐµµήνους καθάρσεις, ἀντισπῶσαι τὸ αἷµα πρὸς τὰ τοῦ σώµατος ὑψηλότερα. ταῖς δ’ ἀπὸ τῶν σκελῶν οὐ µόνον ἀντισπάσαι, ἀλλὰ καὶ προτρέπειν ὑπάρχει τὰ καταµήνια. καὶ ὅταν γε τοῦτο πρᾶξαι βουληθῇς κατὰ τὸν καιρὸν τῆς εἰωθυίας τῇ γυναικὶ περιόδου, προλαβὼν ἡµέρας ὡσεὶ γ′, ἢ δ′, ἤτοι φλέβα τεµὼν ἢ ἀποσχάσας τὰ σφυρὰ τοῦ ἑτέρου τῶν σκελῶν ἀποκένωσον ὀλίγον, εἶτα κατὰ τὴν ὑστεραίαν ὡσαύτως ἀπὸ θατέρου σκέλους, αὖθις ὁµοίως κένωσον ἅµα τῷ καὶ προνοεῖσθαι τῆς λεπτυνούσης διαίτης, ἐν αὐταῖς ταῖς ἡµέραις, ἐν αἷς οὕτως κενοῖς, καὶ πρὸ αὐτῶν ἄλλαις ἤδη τέσσαρσιν ἢ πέντε. γέγραπται δέ µοι περὶ τῆς λεπτυνούσης διαίτης εἷς κατὰ ἰδίαν λόγος. ἀλλὰ γυναιξὶ καὶ ἄνευ τοιαύτης διαίτης ἱκανὰ προτρέψαι καταµήνια καὶ καλαµίνθην καὶ γλήχωνα. διδόναι δὲ αὐταῖς ἀφεψῶν ἐν µελικράτῳ καὶ ξηρὰ κόπτων καὶ διάττων λεπτῷ κοσκίνῳ καὶ τρίβων γε πάλιν χάριν τοῦ ποιῆσαι χνοῶδες, ἐπιπάττε τῷ µελικράτῳ. καιρὸς δὲ τῆς πόσεως ἄριστός ἐστι µετὰ τὸ βαλανεῖον, περιβεβληµέναις ταῖς σίνδοσι. ταῦτα µὲν οὖν ἐπιεικῆ φάρµακα, σφοδρότερα δὲ βράθυ καὶ δίκταµον. ἡ δὲ χρῆσις ὁµοία τοῖς προειρηµένοις. δίδοται δ’ ἐν τούτῳ τῷ καιρῷ καὶ τὸ πικρὸν ἰδίως ὀνοµαζόµενον φάρµακον, ὃ τὰς ρ′ ἔχει τῆς ἀλόης µιγνυµένας ταῖς τῶν ἄλλων φαρµάκων ἓξ ἑκάστου. κάλλιστον δ’ ἐστὶν ὅταν λάβῃ κινάµωµον. ταῦτα µὲν ἐν παρέργῳ λελέχθω, καίτοι γ’ οὐκ ὄντα πάρεργα, διότι τῇ τοῦ αἵµατος ἐκ µήτρας φορᾷ συνεργεῖ, µετὰ τῆς ἀπὸ τῶν σκελῶν κενώσεως, ἤτοι τῶν σφυρῶν ἀµυττοµένων ἢ φλεβὸς τεµνοµένης παρὰ τὸν ἀστράγαλον ἢ κατ’ ἰγνύαν. οἶδα δὲ καὶ ἰσχιάδας ἐν ἡµέρᾳ µιᾷ θεραπευθείσας ὑπὸ τῆς διὰ τῶν σκελῶν κενώσεως, ὅσαι µὴ διὰ ψύξιν, ἀλλὰ πεπληρωµένων αἵµατος τῶν κατ’ ἰσχίον ἀγγείων ἐγένοντο. διὸ καὶ συµφορώτερον τῆς ἀπὸ τῶν σφυρῶν φλεβοτοµίας ἢ ἀπὸ τῆς ἰγνύας ἐστὶ τοῖς οὕτω διακειµένοις. ἀποχάραξις δ’ αὐτοὺς οὐδὲν ὀνίνησι σαφές.
Светлый фон