Светлый фон

22. ῞Οτι καὶ τὰς ἀρτηρίας φλέβας ὀνοµάζουσιν οἱ παλαιοὶ καὶ ἡµῖν ἑτέρωθι δέδεικται καὶ πρὸ ἡµῶν ἄλλοις ὡµολόγηται. διά τε οὖν αὐτὸ καὶ προσέτι τὴν οἰκειότητα τῶν διδασκαλιῶν καὶ βραχύτητα τοῦ λόγου, κάλλιον ἔδοξέ µοι µὴ γράφειν ἕτερον βιβλίον ὑπὲρ ἀρτηριοτοµίας, ἀλλὰ τῷ τῆς φλεβοτοµίας συνάψαι λόγῳ, καὶ τοῦτό γε αὐτὸ κατὰ τόδε τὸ µέρος, ἐν ᾧ σκοπούµεθα τίνας ἐπὶ τίσι µέρεσι πεπονθόσι προσήκει διαιρεῖσθαι φλέβας. ὡς γὰρ ἄλλας ἐπ’ ἄλλοις ἐδείξαµεν, οὕτω δὴ καὶ τὰς κατὰ τοὺς κροτάφους ἀρτηρίας καὶ τὰς τῶν ὤτων ὄπισθεν ἔθος ἐστὶ τοῖς ἰατροῖς διαιρεῖν, τὰς µὲν ἐν τοῖς κροτάφοις ἐπὶ τοῖς ἐν ὀφθαλµοῖς ῥεύµασιν, ὅσα θερµὰ καὶ πνευµατώδη, τὰς δὲ ὄπισθεν τῶν ὤτων ἐπὶ σκοτωµατικοῖς µάλιστα καὶ ὅσοι χρονίοις ἀλγήµασι κεφαλῆς θερµοῖς καὶ πνευµατώδεσι κάµνουσιν. ἤδη δὲ καὶ δι’ ἄλλα πάθη περὶ τὴν κεφαλὴν συνιστάµενα χρόνια κέχρηνται τινὲς ἀρτηριοτοµίᾳ τῶν ὤτων ὄπισθεν. οὐ µὴν ἐφ’ ἑτέρου γέ τινος µορίου πάσχοντος ἐχρήσαντο τῷ βοηθήµατι, καίτοι τῶν πολλῶν δεοµένων αὐτοῦ µᾶλλον ἢ φλεβοτοµίας. ἔνθα γὰρ ἐνοχλεῖ θερµὸν αἷµα καὶ πνευµατῶδες ἐν ταῖς ἀρτηρίαις ἠθροισµένον, ἐνταῦθα χρεία τῶν κοινῶν τῷ πάσχοντι µορίῳ τεµνοµένων ἀρτηριῶν. ἀλλὰ διὰ τὸ δυσεπίσχετον τῆς ἀρτηρίας οὐ τολµῶσιν οἱ ἰατροὶ διαιρεῖν τὰς ἀρτηρίας, ὅπου γε καὶ φλεβοτοµοῦντες τινὲς, ὅταν ἀρτηρίαν τρώσωσιν ἐν τῷ παραχρῆµα, δυσχερῶς ἱστῶσι τὴν αἱµοῤῥαγίαν, καὶ ὅταν τὰ βέλτιστα πράξωσιν, εἰς οὐλὴν τῆς διαιρέσεως ἰούσης ἀνεύρυσµα γίνεται.

23. Καὶ µέντοι καὶ ἀποθανόντας τινὰς ἴσµεν ἐκ τῆς ὑποκειµένης ἀρτηρίας τῇ κατ’ ἀγκῶνα φλεβὶ τῇ ἔνδον. ἐνίους µὲν ἐν τῷ παραχρῆµα διὰ τὸν περιβληθέντα βρόχον, ἐθελησάντων τε τῶν ἰατρῶν ἐπέχειν, ὡς τὴν αἱµοῤῥαγίαν εἰς γάγγραιναν ἐλθεῖν, ἐνίους δ’ ὕστερον ἐν τῇ τῶν ἀνευρυσµάτων χειρουργίᾳ διαφθαρέντας. ἀναγκαῖον γὰρ ἐν ταύτῃ βρόχῳ διαλαµβάνεσθαι τὸ ἀγγεῖον. τὰς µὲν οὖν ἀξιολόγους κατὰ τὸ µέγεθος ἀρτηρίας διὰ ταῦτα φεύγουσιν οἱ ἰατροὶ, τὰς δὲ µικρὰς ὡς οὐδὲν µέγα δυναµένας ἀνύσαι. καίτοι καὶ αὗται πολλάκις ἡµῖν ὤφθησαν οὐ µικρὰν ὠφέλειαν ἐπιφέρουσαι µετὰ καὶ τοῦ συνουλοῦσθαι χωρὶς ἀνευρύσµατος. καὶ µέντοι κᾂν µείζων ἀρτηρία ᾖ, καὶ αὐτὴ χωρὶς ἀνευρύσµατος συνουλοῦται διαιρεθεῖσα πᾶσα. καὶ πολλάκις τοῦτο αὐτὸ τὸν ἐκ τῆς αἱµοῤῥαγίας κίνδυνον ἰάσατο. φαίνεται γὰρ σαφῶς ὅθ’ ὅλη δι’ ὅλης ἑαυτῆς ἐγκαρσίως διακοπῇ, τῶν µερῶν ἑκατέρων ἀνασπωµένων ἑκατέρωσε, τὸ µὲν ἄνω τοῦ µορίου, τὸ δὲ κάτω. τοῦτο µέν γε καὶ ταῖς φλεψὶν, ἀλλὰ µετρίου ὑπάρχει, ταῖς δ’ ἀρτηρίαις ἀεὶ µᾶλλον τῶν φλεβῶν. ἔγωγ’ οὖν ὅθεν ὁρµηθεὶς ἐπὶ τὸ δι-αιρεῖν ἀρτηρίας ἧκον ἤδη σοι φράσω. προτραπεὶς ὑπό τίνων ὀνειράτων δυοῖν ἐναργῶς µοι γενοµένων ἧκον ἐπὶ τὴν ἐν τῷ µεταξὺ λιχανοῦ τε καὶ µεγάλου δακτύλου τῆς δεξιᾶς χειρὸς ἀρτηρίαν, ἐπέτρεψά τε ῥεῖν ἄχρις ἂν αὐτοµάτως παύσηται τὸ αἷµα, κελεύσαντος οὕτω τοῦ ὀνείρατος. ἐῤῥύη µὲν οὖν οὐδ’ ὅλη λίτρα. παραχρῆµα δ’ ἐπαύσατο χρόνιον ἄλγηµα κατ’ ἐκεῖνο µάλιστα τὸ µέρος ἐρεῖδον, ἔνθα συµβάλλει τῷ διαφράγµατι τὸ ἧπαρ. ἐµοὶ µὲν οὖν τοῦτο συνέβῃ νέῳ τὴν ἡλικίαν ὄντι. θεραπευτὴς δὲ τοῦ θεοῦ ἐν Περγάµῳ χρονίου πλευρᾶς ἀλγήµατος ἀπηλλάγη δι’ ἀρτηριοτοµίας ἐν ἄκρᾳ τῇ χειρὶ γενοµένης, ἐξ ὀνείρατος ἐπὶ τοῦτο ἐλθὼν καὶ αὐτός. ἑτέρῳ δὲ τραύµατος ἐν τῷ σφυρῷ γενοµένου διαιρεθείσης ἀρτηρίας, οὐκ ἐπαύετο µὲν ἡ φορὰ τοῦ αἵµατος, ἄχρι κληθεὶς ἐγὼ διέτεµον ὅλην αὐτὴν, εἶτα τῷ διὰ τῆς ἀλόης καὶ µάννης καὶ τοῦ λευκοῦ τῶν ὠῶν ἐχρησάµην φαρµάκῳ λαγῴαις ἀναλαµβανοµένῳ θριξὶ, καὶ χωρὶς µὲν ἀνευρύσµατος ἐθεραπεύθη τὸ τραῦµα περισαρκωθέντος τοῦ στόµατος τῆς ἀρτηρίας, ὁ δὲ ἄνθρωπος ἐτῶν ἤδη τεσσάρων ἐκ διαλειµµάτων οὐ µικρῶν ὀδυνώµενος τὸ ἰσχίον, ἐξ ἐκείνου τελέως ὑγιὴς ἐγένετο. ταῦτα οὖν ἔπεισέ µε πολλάκις ἐν ἄκροις τε τοῖς κώλοις, καὶ µέντοι καὶ κατὰ τὴν κεφαλὴν ἀρτηρίας διαιρεῖν, ἐπὶ πᾶσιν ἀλγήµασιν, ὅσα διὰ θερµὴν οὐσίαν ἢ πνευµατώδη τὴν γένεσιν ἔχειν ἔδοξεν, καὶ µάλιστα κατὰ τοὺς ὑµένας, ὧν τὸ ἄλγηµα νυγµατῶδές τ’ ἐστὶ καὶ πλατυνόµενον ἀτρέµα, τῆς µὲν νυγµατώδους αἰσθήσεως καθ’ ἕν τι µέρος ὡς ἂν κέντρον τοῦ πεπονθότος τόπου γινοµένης, τάσεως δ’ αἴσθησιν ἴσχοντος τοῦ περὶ τὸ κέντρον τοῦ µυὸς παντός.