Светлый фон

20. Εἴρηται µὲν οὖν δυνάµει καὶ περὶ τούτου διὰ τῶν ἔµπροσθεν, ἄµεινον δὲ καὶ νῦν ἅπαντα διελθεῖν, ἀθροίζοντα µὲν εἰς ἕνα λόγον τοῦτον ὅσα πρόσθεν εἴρηται, προσεπιδιορίζοντα δὲ τὰ µὴ διωρισµένα. καθόλου µὲν οὖν τοῦτο γνωστέον, ὡς οὐ χρὴ προσέχειν ἡµερῶν ἀριθµὸν πρῶτον ἐπὶ φλεβοτοµίας, ὥσπέρ τινες ἔγραψαν καὶ ἔνιοι µὲν πάνυ γελοίως µετὰ τὸν τῆς τρίτης παροξυσµὸν, ὁπόταν, ὡς φασὶν, ἤδη τινὰ διάγνωσιν ἔχωµεν ὁποία τίς ἐστι κατά τε τὴν ἰδέαν καὶ τὸ ἦθος, ὅλην τε τὴν ἑαυτῆς φύσιν ἡ νόσος· ἔνιοι δὲ τὸν µὲν ἐξοχώτατον ὅρον τῆς φλεβοτοµίας ὥρισαν εἶναι τὴν τετάρτην ἡµέραν, ἐντὸς δὲ αὐτῆς συγχωροῦσι φλεβοτοµεῖν ἐν τοῖς τῶν παροξυσµῶν διαλείµµασι, ὁπότε ἐθελήσαιεν· ἔνιοι δὲ σπεύδουσιν ἀφαιρεῖν ἐφ’ ὧν ἂν ὁρίσωσιν αἵµατος ἀφαιρέσεως εἶναι χρείαν, ἔτι µεταῤῥέοντος αὐτοῦ, καὶ µηδέπω κατεχοµένου βεβαίως ἔν τινι µέρει δεξαµένῳ τὴν περιουσίαν ἓν µόνον ἐπισκοποῦντες, εἰ µὴ διαφθορά τις εἴη γεγονυῖα τῆς ἐν τῇ γαστρὶ πεπτοµένης τροφῆς, ἢ βραδυπεψία τις, ἢ καὶ σιτία περιεχόµενα κατ’ αὐτήν. ὅτι µὲν οὖν σπεύδειν προσήκει ἐφ’ ὧν ἐστι χρεία κενώσεως, εἰ µή που προπεφθῆναι δέον τὰ σιτία καὶ τοὺς κατὰ τὰς πρώτας φλέβας ἡµιπέπτους χυµοὺς, κάλλιστα λέγουσι καὶ πιστέον αὐτοῖς. ἀλλ’ ἐπεὶ πολλάκις ἡµέρας πέντε ἤδη ἢ ἓξ ἄγοντός τινος ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν θεραπείαν αὐτοῦ καλούµεθα, καλῶς ἂν ἔχοι φλεβοτοµεῖν, εἰ καὶ παρελείφθη τοῦ βοηθήµατος ὁ πρῶτος καιρός. ἐν ᾗ γὰρ ἂν ἡµέρᾳ τοὺς σκοποὺς τῆς φλεβοτοµίας ἐπὶ τοῦ κάµνοντος εὑρίσκῃς, ἐν ἐκείνῃ πράξεις τὸ βοήθηµα, κᾂν εἰκοστὴν ἡµέραν ἀπὸ τῆς ἀρχῆς ἔτυχεν εἶναι. τίνες δ’ ἦσαν οἱ σκοποί; µέγα τὸ νοσήµα, ῥώµη τῆς δυνάµεως ὑπεξῃρηµένης τῆς ἡλικίας παιδικῆς καὶ τοῦ περιέχοντος ἡµᾶς ἀέρος ἱκανῶς θερµοῦ. ἐπεὶ δὲ προκαταλύεται τοῦ χρόνου προϊόντος ἡ δύναµις ἐν τοῖς πλείστοις νοσήµασι, διὰ τοῦθ’ ὁ τῆς φλεβοτοµίας καιρὸς ἀναιρεῖται τὸ πλῆθος τῶν ἡµερῶν, οὐ πρῶτος τοῦτ’ ἐργαζοµένου, ἀλλὰ διὰ µέσου, πρὶν καταλυθῆναι τὴν δύναµιν. ὥστ’ εἰ κατὰ τὴν δευτέραν ἡµέραν µετὰ τὴν ἀρχὴν φαίνεται καταλυοµένη ποθ’ ἡ δύναµις, ἀφεξώµεθα τῆς φλεβοτοµίας.

21. ῞Οτι δ’ ἐν αὐτῇ πάλιν ἐκείνῃ τῇ ἡµέρᾳ, καθ’ ἣν φλεβοτοµοῦµεν, ἐπιτηρῆσαι χρὴ τὴν παρακµὴν τοῦ πυρετοῦ, πρόδηλον εἶναι νοµίζω. καίτοι γ’ ἐνίοις ἐστὶν οὐδὲ τοῦτο πρόδηλον, ὅσοι κελεύουσιν ἕωθεν µόνον φλεβοτοµεῖν, ἢ τὸ µακρότατον ἄχρι πέντε ἢ ἓξ ὠρῶν. ἀλλ’ εἰ τῶν ἔµπροσθεν εἰρηµένων ἐν ὅλῳ τῷ γράµµατι µνηµονεύει τις, οὐδὲν τοιούτων σφαλήσεται φλεβοτοµῶν ἐν ἁπάσῃ µὲν ἡµέρας ὥρᾳ, πάσης δὲ νυκτὸς, σκοπὸν ἔχων ἐπὶ µὲν τῶν πυρεττόντων τὴν παρακµὴν τῶν κατὰ µέρος παροξυσµῶν, ἐπὶ δὲ τῶν ἤτοι δι’ ὀφθαλµίαν ἢ δι’ ἄλλο τι τοιοῦτον δεοµένων τοῦ βοηθήµατος χωρὶς πυρετοῦ, οὐ τὴν παρακµὴν, οὐκ ὄντος γε ὅλως τοῦ πυρετοῦ, τὸ µέγεθος δ’ αὐτῆς τῆς ὀδύνης ἢ φλεγµονῆς ἢ ὅλης τῆς διαθέσεως, ἐν ᾗ τῆς φλεβοτοµίας ἐστὶ χρεία. µηδενὸς δὲ τοιούτου κατεπείγοντος ἢ κωλύοντος ἄµεινόν ἐστιν ἔωθεν φλεβοτοµεῖν, οὐκ εὐθέως ἅµα τῷ τῶν ὕπνων ἐξαναστῆναι, προγρηγορήσαντες δὲ χρόνον ὡς ὥρας µιᾶς, εἴρηται δὲ ὅτι καὶ λούειν τινὰς ἄµεινον, εἰ δὲ τοῦτο, καὶ προπεριπατήσαντας ἐνίους, ἐφ’ ὧν δὲ ἦρος εἰσβαλόντος ἐπὶ φλεβοτοµίαν ἔρχεσθαι. διὰ προσδοκίαν πυρετῶν οἶδα φλεβοτοµήσας ἐνίους καὶ µετὰ τὸ πρᾶξαί τινα τῶν συνήθων ἔργων, ἢ ἐν διδασκαλείοις, ἢ ἐργαστηρίοις, ἢ κατ’ ἀγορὰν, ἢ ἐπὶ τῆς οἰκίας. ὅ γε µὴν τῆς ἐπαφαιρέσεως καιρὸς, ἐφ’ ὧν µὲν ἁπλῶς κενῶσαι, κᾂν δύο ταῖς ἐφεξῆς ἡµέραις γένηται, βέλτιον ἐστί. προσέχειν δ’ ἐν ἅπασι τοῖς τοιούτοις σε χρὴ τὴν δύναµιν τοῦ κάµνοντος, ἁπτόµενον τῶν αὐτοῦ ἀρτηριῶν. ἔνιοι γὰρ εὐπαθεῖς εἰσι τὴν δύναµιν, ὡς µὴ φέρειν ἀθρόαν κένωσιν, ἐφ’ ὧν ἀνακτησάµενος ἐν τῇ πρώτῃ τῶν ἡµερῶν τὸν κάµνοντα, ἐπαφαιρεῖν ἐν τῇ δευτέρᾳ προσήκει.