Светлый фон

4.2.1. ῞Ωσπερ δ’ ἐν τούτοις ἐπελάθετό τε ἅμα τῶν ἑαυτῷ γεγραμμένων οὐκ ἠξίωσέ τε πρὸς τὸ τῶν παλαιῶν ἀντειπεῖν δόγμα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ὁρισμοῖς τῶν γενικῶν παθῶν οὓς πρώτους ἐξέθετο, τελέως ἀποχωρεῖ τῆς γνώμης αὐτῶν, τὴν λύπην ὁριζόμενος δόξαν πρόσφατον κακοῦ παρουσίας, τὸν δὲ φόβον προσδοκίαν κακοῦ, τὴν δ’ ἡδονὴν δόξαν πρόσφατον ἀγαθοῦ παρουσίας.

4.2.2. ἄντικρυς γὰρ ἐν τούτοις τοῦ λογιστικοῦ τῆς ψυχῆς μόνου μέμνηται παραλείπων τό τ’ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές· καὶ γὰρ τὴν δόξαν καὶ τὴν προσδοκίαν ἐν τῷ λογιστικῷ μόνῳ συνίστασθαι νομίζει.

4.2.3. κατὰ μέντοι τὸν τῆς ἐπιθυμίας ὅρον, ἣν ὄρεξιν ἄλογον εἶναί φησιν, ἐφάπτεται μέν πως ὅσον ἐπὶ τῇ λέξει τῆς ἀλόγου κατὰ τὴν ψυχὴν δυνάμεως, ἀποχωρεῖ δὲ κἀνταῦθα κατὰ τὴν ἐξήγησιν αὐτῆς, εἴγε καὶ ἡ ὄρεξις ἣν κατὰ τὸν ὁρισμὸν παρέλαβε τῆς λογικῆς ἐστι δυνάμεως.

4.2.4. ὁρίζεται γοῦν αὐτὴν ὁρμὴν λογικὴν ἐπί τι<νος> ὅσον χρὴ ἥδον<τος>. ἐν μέντοι δὴ τούτοις τοῖς ὅροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται τὰ πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς ᾿Επικούρῳ καὶ Ζήνωνι μᾶλλον ἢ τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει.

4.2.5. τήν τε γὰρ λύπην ὁριζόμενος μείωσιν εἶναί φησιν ἐπὶ φευκτῷ δοκοῦντι ὑπάρχειν τήν θ’ ἡδονὴν ἔπαρσιν ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν.

4.2.6. καὶ γὰρ αἱ μειώσεις καὶ αἱ ἐπάρσεις καὶ αἱ συστολαὶ καὶ αἱ διαχύσεις— καὶ γὰρ τούτων ἐνίοτε μέμνηται— τῆς ἀλόγου δυνάμεώς ἐστι παθήματα ταῖς δόξαις ἐπιγιγνόμενα. τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν ᾿Επίκουρος καὶ Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει.

4.2.7. ὃ καὶ θαυμάζειν ἐπέρχεταί μοι τἀνδρὸς ἐν ἐπαγγελίᾳ λογικῆς τε ἅμα καὶ ἀκριβοῦς διδασκαλίας οὐκ ἀκριβοῦντος.

4.2.8. καὶ γὰρ οὐ κατὰ ταῦτα μόνον αὐτὸς ἑαυτῷ διαφέρεται φανερῶς, ἀλλὰ κἀπειδὰν ὑπὲρ τῶν κατὰ τὸ πάθος ὁρισμῶν γράφων ἄλογόν τε καὶ παρὰ φύσιν κίνησιν ψυχῆς αὐτὸ φάσκῃ καὶ πλεονάζουσαν ὁρμήν, εἶτα τὸ μὲν ἄλογον ἐξηγούμενος τὸ χωρὶς λόγου τε καὶ κρίσεως εἰρῆσθαι φάσκῃ, τῆς δὲ πλεοναζούσης ὁρμῆς παράδειγμα τοὺς τρέχοντας σφοδρῶς παραλαμβάνῃ· ταυτὶ γὰρ ἀμφότερα μάχεται τῷ κρίσεις εἶναι τὰ πάθη.

4.2.9. εἰσόμεθα δ’ ἐναργέστερον αὐτὰς τὰς ῥήσεις αὐτοῦ παραγράψαντες· ἔχει δ’ ἡ μὲν ἑτέρα τόνδε τὸν τρόπον·

4.2.10. “δεῖ δὲ πρῶτον ἐντεθυμῆσθαι ὅτι τὸ λογικὸν ζῷον ἀκολουθητικὸν φύσει ἐστὶ τῷ λόγῳ καὶ κατὰ τὸν λόγον ὡς ἂν ἡγεμόνα πρακτικόν.

4.2.11. πολλάκις μέντοι καὶ ἄλλως φέρεται ἐπί τινα καὶ ἀπό τινων ἀπειθῶς τῷ λόγῳ ὠθούμενον ἐπὶ πλεῖον, καθ’ ἣν φορὰν ἀμφότεροι ἔχουσιν οἱ ὅροι, τῆς παρὰ φύσιν κινήσεως ἀλόγως οὕτως γινομένης καὶ τοῦ ἐν ταῖς ὁρμαῖς πλεονασμοῦ.

4.2.12. τὸ γὰρ ἄλογον τουτὶ ληπτέον ἀπειθὲς λόγῳ καὶ ἀπεστραμμένον τὸν λόγον, καθ’ ἣν φορὰν καὶ ἐν τῷ ἔθει τινάς φαμεν ὠθεῖσθαι καὶ ἀλόγως φέρεσθαι ἄνευ λόγου <καὶ> κρίσεως· <οὐ γὰρ> ὡς εἰ διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, ταῦτ’ ἐπισημαινόμεθα, ἀλλὰ μάλιστα καθ’ ἣν ὑπογράφει φοράν, οὐ πεφυκότος τοῦ λογικοῦ ζῴου κινεῖσθαι οὕτως κατὰ τὴν ψυχήν, ἀλλὰ κατὰ τὸν λόγον.”