Светлый фон

4.4.3. ἀλλὰ τὸ μὲν ἐν διαφέρουσιν ἤτοι βιβλίοις ἢ χωρίοις βιβλίων ἀναισθήτως ἔχειν τῆς ἐναντιολογίας ἧττον δεινόν· ὅταν δ’ ἐν αὐτοῖς οἷς φθέγγεταί τις ἐναντία τε καὶ παντοίως μαχόμενα συμπλέξῃ, συγχεῖ καὶ ταράσσει τὴν διδασκαλίαν ἐν τῷδε καὶ πολλὴν ἀπορίαν παρέχει τοῖς ἐξελέγχειν αὐτὰ πειρωμένοις, ὥσπερ ἂν εἰ καὶ οὕτω τις εἴποι γε, καταβὰς ἄνω καὶ διαλεχθεὶς τῷ λίθῳ καὶ πλεύσας διὰ μέσης τῆς πέτρας ἀνελθεῖν εἰς τὸν βυθὸν τῆς λίμνης.

4.4.4. ἄν τε γὰρ ὡς οὐ καταβάντα διελέγχῃς φάσκων αὐτὸν ἄνω μεμενηκέναι [καταβάντα], τοῦτ’ αὐτὸ δήπου φήσει καὶ αὐτὸς εἰρηκέναι κατὰ τὸν λόγον ἐν τῷ προσθεῖναι τὸ ἄνω, ἄν θ’ ὡς οὐδενὶ διαλεχθέντα, καὶ τοῦτ’ εἰρῆσθαι φήσει, ταὐτὸ γὰρ εἶναι τὸ λίθῳ διαλέγεσθαι τῷ μηδὲ λίθῳ, τῷ λίθῳ γὰρ οὐδεὶς διαλέγεται, καὶ τἆλλα οὕτως ἅπαντα σοφιστικῶς ἐπανορθοῦσθαι δυνήσεταί τις· ὥστε κατ’ ἀρχὰς εὐθὺς δεῖν ἀποδρᾶναι λόγων εἶδος τοιούτων ἐν ᾧ χρὴ τοὺς ἀκούοντας οὐχ ἃ σημαίνεται συνήθως ὑφ’ ἑκάστου τῶν ὀνομάτων μανθάνειν, ἀλλ’ ἕτερ’ ἄττα.

4.4.5. τοιοῦτον γάρ τι καὶ ὁ Χρύσιππος ἀξιώσει, ἐπειδὰν μὲν ἄνευ κρίσεως λέγῃ [τις] γίνεσθαι τὰ πάθη τῆς ψυχῆς, ἀκούειν ἡμᾶς ἀξιῶν ὅτι μετὰ κρίσεώς τε γίνεται καὶ κρίσεις εἰσίν· ἐπειδὰν δ’ ἄνευ λόγου καὶ ἄλογα, τὸ μήτ’ ἄλογα μήτ’ ἐν ἀλόγῳ τινὶ δυνάμει τῆς ψυχῆς ἀλλ’ ἐν τῇ λογιζομένῃ καὶ λογικά, τὸ γὰρ κρίνειν ταύτης ἔργον ὑπάρχειν·

4.4.6. ἐπειδὰν δ’ ἀπειθῶς τε καὶ ἀπεστραμμένως τοῦ λόγου, τὸ μηδεμίαν ἐπιζητεῖν ἑτέραν ἐν τῇ ψυχῇ δύναμιν ἧς κινουμένης ἀπειθῶς τῷ λόγῳ γίγνεσθαι τὰ πάθη· μηδὲ γὰρ εἶναί τινα τοιαύτην, ὡς ἔνιοι τῶν φιλοσόφων ὑπολαμβάνουσιν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ προσαγορεύοντες, τὸ ὅλον γὰρ εἶναι τὸ τῶν ἀνθρώπων ἡγεμονικὸν λογικόν.

4.4.7. εἰ μὲν γὰρ εἰς πρόβλημά τις ἀπὸ στόματος ἐπὶ καιροῦ λέγοι, κάλλιον μὲν καὶ τούτῳ διωρισμένως τε χρῆσθαι καὶ σαφῶς τοῖς ὀνόμασιν, ἕξει δ’ οὖν ὅμως συγγνώμην αὐτοῦ τὰ σφάλματα· τὸ δ’ ἐπιστημονικὴν καὶ λογικὴν πραγματείαν ἐπαγγειλάμενον γράφειν ἀπειθῆ μὲν τῷ λόγῳ τινὰ κίνησιν ὀνομάζειν, ἀξιοῦν δ’ ἡμᾶς ἀκούειν αὐτὴν λογικὴν ἢ ἀπεστράφθαι μὲν τὸν λόγον, εἶναι δ’ οὐδὲν ἄλλο ἢ λόγον τε καὶ κρίσιν αὐτήν, οὐκ οἶδ’ εἰ μὴ τῆς μεγίστης μέμψεως ἄξιον ὑπάρχει·

4.4.8. [ἄνθρωπος] μὴ συγχωρῶν ἐπὶ ταὐτοῦ λέγειν αἰσχύνεσθαι καὶ αἰδεῖσθαι μηδ’ ἥδεσθαι καὶ χαίρειν, ἀλλ’ ἀκριβοῦν ἅπαντα καὶ μέχρι τῶν ὀνομάτων ἀξιῶν αὑτὸν ἐν τοῖς συγγράμμασιν, ὃ μικρὸν ἔμπροσθεν οὐκ ἐκ λόγου καὶ κρίσεως ἔφησε γίγνεσθαι, προελθὼν ἐν λόγῳ καὶ κρίσει συνίστασθαί φησιν, ἐνὸν ἐκφυγεῖν μὲν ἁπάσας τὰς οὕτως ἀκαίρους τε ἅμα καὶ παρὰ τὸ τῶν ῾Ελλήνων ἔθος ἀναπεπλασμένας ὁμωνυμίας, ἀκριβῶσαι δὲ καὶ διαρθρῶσαι τὸν λόγον ῾Ελληνικοῖς τε καὶ σαφέσιν ὀνόμασιν.