4.2.44. οὕτω δὲ καὶ τῶν ἐφ’ ὁμαλοῦς εἰ πρόσω ῥέποιεν· ὡς εἴγε ἀνανεύοιεν ὀπίσω, θέοιε<ν> μὲν ἂν οὕτω γε τῶν ἑτέρων ἧττον, ἵσταιντο δ’ ἂν ὁπότε βουληθεῖεν. ὥστε οὐδὲν ἄχρι γε τῆς τῶν ὅρων ἐξηγήσεως ὁ Χρύσιππος ἐναντίον ἀπεφήνατο τοῖς παλαιοῖς.
4.3.1. ῾Οπόταν δ’ ἐφεξῆς ἐπισκέπτηται πότερα κρίσεις τινὰ<ς> ἢ κρίσεσιν ἑπόμενα χρὴ νομίζειν εἶναι τὰ πάθη, καθ’ ἑκάτερα μὲν ἀποχωρεῖ τῶν παλαιῶν, πολὺ δὲ μᾶλλον ἐν τῷ τὸ φαυλότερον ἡγεῖσθαι.
4.3.2. καὶ γὰρ Ζήνωνι κατά γε τοῦτο καὶ ἑαυτῷ καὶ πολλοῖς ἄλλοις μάχεται τῶν Στωϊκῶν, οἳ οὐ τὰς κρίσεις αὐτὰς τῆς ψυχῆς ἀλλὰ καὶ τὰς ἐπὶ ταύταις ἀλόγους συστολὰς καὶ ταπεινώσεις καὶ δήξεις ἐπάρσεις τε καὶ διαχύσεις ὑπολαμβάνουσιν εἶναι τὰ τῆς ψυχῆς πάθη.
4.3.3. Ποσειδώνιος μέν γε τελέως ἀπεχώρησεν ἀμφοτέρων τῶν δοξῶν· οὔτε γὰρ κρίσεις οὔτε ἐπιγιγνόμενα κρίσεσιν, ἀλλ’ ὑπὸ τῆς θυμοειδοῦς τε καὶ ἐπιθυμητικῆς δυνάμεως ἡγεῖται γίγνεσθαι τὰ πάθη κατὰ πᾶν ἀκολουθήσας τῷ παλαιῷ λόγῳ.
4.3.4. καὶ πυνθάνεταί γε τῶν περὶ τὸν Χρύσιππον οὐκ ὀλιγάκις ἐν τῇ περὶ παθῶν ἑαυτοῦ πραγματείᾳ, τίς ἡ τῆς πλεοναζούσης ὁρμῆς ἐστιν αἰτία. ὁ μὲν γὰρ λόγος οὐκ ἂν δύναιτό γε πλεονάζειν παρὰ τὰ ἑαυτοῦ πράγματά τε καὶ μέτρα.
4.3.5. πρόδηλον οὖν ὡς ἑτέρα τις ἄλογός ἐστι δύναμις αἰτία τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν ὑπὲρ τὰ μέτρα τοῦ λόγου, καθάπερ τοῦ πλεονάζεσθαι τὸν δρόμον ὑπὲρ τὰ μέτρα τῆς προαιρέσεως ἄλογος ἡ αἰτία, τὸ βάρος τοῦ σώματος.
4.3.6. ἀλλ’ οὐ τοῦτο θαυμαστὸν εἰ πολλοῖς ἐναντία λέγει Χρύσιππος, ὥσπερ οὐδ’ ὅτι τῆς ἀληθείας ἀπέσφαλταιταθέσεις ὀνομάζεσθαι κρίσεις.
4.3.8. ἀλλ’ εἴπερ τοῦτό τις δέξαιτο, πλεονάζουσα συγκατάθεσις ἔσται τὸ πάθος, καὶ πάλιν ὁ Ποσειδώνιος ἐρήσεται τὴν αἰτίαν ὑφ’ ἧς πλεονάζεται, πρὸς τῷ καὶ μέγιστον ἁμάρτημα κατὰ τὴν διδασκαλίαν ἡμαρτῆσθαι τῷ Χρυσίππῳ.
4.3.9. εἰ γὰρ ἐν αὐτῷ δὴ τούτῳ τὸ κῦρος τοῦ δόγματός ἐστιν, ἐν τῷ διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ δεῖξαι κατὰ τί μὲν σημαινόμενον ἄνευ κρίσεως γίνεται τὰ πάθη, κατὰ τί δὲ κρίσεις εἰσίν, ὁ δ’ οὐδὲ καθ’ ἓν τῶν τεττάρων βιβλίων ἃ περὶ τῶν παθῶν ἔγραψεν ἐποίησεν αὐτό, πῶς οὐκ ἄν τις αὐτὸν δικαίως μέμψαιτο;
4.3.10. τάχα μὲν γὰρ οὐδὲ βραχυλογίαν τις ἄκραν ἐζηλωκὼς ὀρθῶς ἂν ὑπερβαίνοι τὰ οὕτως ἀναγκαῖα, πολὺ δ’ οὖν μᾶλλον ὅταν ἐπὶ μήκιστον ἐκτείνῃ τοὺς λόγους, ὥσπερ ὁ Χρύσιππος. ἀλλὰ περὶ μὲν τούτου καὶ μικρὸν ὕστερον ἐπισκεψόμεθα.
4.4.1. Περὶ δὲ τοῦ μὴ φροντίζειν τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας αὐτὸν ἔχων ἔτι μυρία λέγειν, ἃ τάχ’ ἂν καὶ ὕστερον εἰ μακροτέρας ἐπιλαβοίμην σχολῆς εἰς μίαν ἀθροίσαιμι πραγματείαν, ἅπαντα παραλιπὼν τἆλλα μόνων τῶν οἰκείων τοῖς νῦν προκειμένοις μνημονεύσω.
4.4.2. τὴν τοίνυν ἐπιθυμίαν ἐν τῷ πρώτῳ περὶ παθῶν ὁρισάμενος ὄρεξιν ἄλογον, αὐτὴν πάλιν τὴν ὄρεξιν ἐν ἕκτῳ τῶν κατὰ γένος ὅρων ὁρμὴν λογικὴν εἶναί φησιν ἐπί τι<νος> ὅσον χρὴ ἥδοντος [αὐτῷ], οὕτω δὲ αὐτὴν ὁρίζεται κἀν τοῖς περὶ τῆς ὁρμῆς, ὥστε τὸν τῆς ἐπιθυμίας ὅρον ἀναπτυσσόμενον γίγνεσθαι τοιοῦτον· ἐπιθυμία ἐστὶν ὁρμὴ λογικὴ ἐπί τι<νος> ὅσον χρὴ ἥδοντος [αὐτῷ], ἄλογος.