Светлый фон

4.2.35. καὶ δι’ αὐτό γε τοῦτο οὕτω θέουσιν ἅπαντες ὑπ’ αὐτῆς τοῦ πράγματος τῆς φύσεως διδασκόμενοι συντελεῖν τὴν εἰς τὸ πρόσω ῥοπὴν τῷ τάχει τῆς κινήσεως.

4.2.36. ὥσπερ οὖν ἐπὶ τοῦ παραδείγματος, ὦ γενναιότατε Χρύσιππε, τοῖς μὲν μηδὲν ὑπὸ τοῦ κατὰ τὸ σῶμα βάρους εἰς τάχος κινήσεως ὠφελουμένοις ἕτοιμον τὸ στῆναι, τοῖς δ’ ἐκ διττῆς αἰτίας τὸ τάχος γεννῶσιν οὐκέθ’ ἡ βούλησις ἱκανή, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τῆς ψυχῆς ὁρμῶν, ὅταν μὲν ὁ λογισμὸς μόνος ἔχῃ τὴν αἰτίαν, ἐπ’ αὐτῷ παῦσαι τὴν ὁρμήν· ὅταν δ’ ἤτοι θυμὸς ἢ ἐπιθυμία τις αὐτῷ προσέλθῃ, δυνάμεις ἄλογοί τε καὶ παραπλήσιαι τῷ κατὰ τὸ σῶμα βάρει, παραχρῆμα μὲν οὐχ οἷόν τε στῆναι, χρόνῳ δ’ ἂν ἴσως γένοιτο καὶ τοῦτο καθάπερ ἐπὶ τῶν θεόντων.

4.2.37. τὸ δ’ ἴσως τῷ λόγῳ προσέθηκα διὰ τὴν τῶν κατὰ μέρος αἰτίων ὅσα γε κινεῖ τὴν ὁρμὴν ἄνισον δύναμιν. ἐπειδὴ γὰρ καὶ λογισμὸς αὐτὴν κινεῖ καὶ ἐπιθυμία καὶ θυμός, ἡ μὲν ὑφ’ ἑνὸς αὐτῶν συστᾶσα τῶν ἄλλων ἡσυχαζόντων ὑπ’ ἐκείνου μόνου δεσπόζεται.

4.2.38. ὥστ’ εἰ μὲν ὑπὸ τοῦ λογισμοῦ γένοιτο, καὶ καταπαύειν αὐτὴν καὶ αὖθις ἐπεγείρειν οἷόν τε διὰ μόνου τοῦ βουληθῆναι, εἰ δ’ ὑπὸ θυμοῦ τινος ἢ ἐπιθυμίας, ὅταν ἐκεῖνα λωφήσῃ· εἰ δ’ ὑφ’ ἑκατέρων ἐνεργούντων γίγνοιτο, λογισμοῦ θ’ ἅμα καί τινος ἀλόγου δυνάμεως, εἰ μὲν οὖν ἀντισπῶντος τοῦ λογισμοῦ, κρατήσει τὸ ἰσχυρότερον, εἰ δὲ συνεκθέοντος, οὐδέποτε παύσεται.

4.2.39. λέγω δὲ συνεκθεῖν τῷ πάθει τὸν λογισμὸν ὅταν ἅπερ ἐκεῖνο προστάττει καὶ ὁ λογισμὸς δοξάζῃ, ὥσπερ ἐπὶ τῶν ἀκολάστων. δοξάζουσι γὰρ ἀγαθὸν εἶναι μέγιστον οὗτοι τὴν ἀπόλαυσιν τῶν ἡδίστων ἑκουσίως ἑπομένου κατὰ τὴν ψυχὴν αὐτῶν τοῦ λογισμοῦ τῇ ἐπιθυμίᾳ.

4.2.40. ἀντιτείνειν δέ φημι τὸν λογισμὸν τῷ πάθει μὴ δοξάζοντος μὲν τἀνθρώπου καλὸν ἢ ἀγαθὸν εἶναι τὴν ἀπόλαυσιν τῆς προκειμένης ἡδονῆς, ἑλκομένου δέ πως ἐπ’ αὐτὴν διὰ τὴν τῆς ἐπιθυμητικῆς δυνάμεως ἰσχυρὰν κίνησιν.

4.2.41. ἀλλ’ εἰ μὲν ὁ λογισμὸς κρατήσειεν, ἐγκρατὴς ἑαυτοῦ τε καὶ τῶν ἑαυτοῦ παθῶν ὁ τοιοῦτος ἄνθρωπός ἐστί τε καὶ λέγεται, εἰ δ’ ἐπιθυμία, τοὐναντίον τῷδε πρόσρημα λαβὼν ἀκρατὴς ὀνομάζεται.

4.2.42. ὅταν δ’ ὑπὸ τοῦ λογισμοῦ μόνου πρὸς τὴν τῶν ἡδέων ἄγηται χρῆσιν, ὁ τοιοῦτος σώφρων καλεῖται, σκοπὸν τῆς αἱρέσεως αὐτῶν οὐ τὴν ἀπόλαυσιν ἀλλὰ τὴν ὠφέλειαν πεποιημένος, ὥσπερ γε καὶ ἀκόλαστος ὁ πρὸς τῆς ἐπιθυμίας μόνης ἀγόμενος, ἀκολουθοῦντος αὐτῇ τοῦ λόγου καθάπερ τινὸς οἰκέτου.

4.2.43. τῇ τοιαύτῃ συμπλοκῇ τῶν τὰς ὁρμὰς κινούντων αἰτίων μαρτυρεῖ καὶ τὸ τοῦ Χρυσίππου παράδειγμα. τῶν μὲν γὰρ πρὸς ἄναντες θεόντων ἡ λογικὴ μόνη δύναμις ἡγεῖται, τῶν δ’ ἀκουσίως κατὰ κρημνοῦ φερομένων ἡ ἄλογος, ἥνπερ δὴ τὸ βάρος τοῦ σώματος ἔφαμεν ὑπάρχειν, τῶν δ’ ἐς τὸ κάταντες θεόντων ἀμφότεραι.