5.2.32. καὶ μετ’ ὀλίγα, “ἡ δ’ ἐν τῷ σώματι ὑγίεια εὐκρασία τις καὶ συμμετρία τῶν διειρημένων” καὶ πάλιν ἐφεξῆς, “οἶμαι γὰρ εἶναι εὐεξίαν σώματος τὴν ἀρίστην τῶν ῥηθέντων εὐκρασίαν.”
5.2.33. καὶ πάλιν ἐφεξῆς, “λέγεται δὲ καὶ ταῦτα οὐκ ἄπο τρόπου ἐπὶ τοῦ σώματος, διότι ἡ ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ὑγροῖς καὶ ξηροῖς γενομένη συμμετρία ἢ ἀσυμμετρία ἐστὶν ὑγίεια ἢ νόσος, ἡ δ’ ἐν νεύροις συμμετρία ἢ ἀσυμμετρία ἰσχὺς ἢ ἀσθένεια καὶ εὐτονία ἢ ἀτονία, ἡ δ’ ἐν τοῖς μέλεσι συμμετρία ἢ ἀσυμμετρία κάλλος ἢ αἶσχος.”
5.2.34. ἀλλὰ ταῦτα μέν, ὦ γενναιότατε Χρύσιππε, καλῶς ἅπαντα διῆλθες, ἀπόδος δ’ ἡμῖν, ὡς ἐπηγγείλω, τὴν ἀναλογίαν τῶν ἐν τῇ ψυχῇ συνωνύμως αὐτοῖς ὠνομασμένων ἀρξάμενος ἀπὸ τῆς ὑγ<ι>είας τε καὶ τῆς νόσου.
5.2.35. ὥσπερ γὰρ ὑγίεια σώματός ἐστιν ἡ συμμετρία τῶν ἁπλουστάτων αὐτοῦ μορίων, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν, τοῦ θερμοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, κατὰ τὸν αὐτὸν τρόπον εἴη ἂν οἶμαι καὶ ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία τις τῶν ἁπλῶν αὐτῆς μορίων· ἅτινά ποτ’ ἐστὶ καὶ ὁπόσα καὶ ὅπως ἔχοντα πρὸς ἄλληλα, διελθεῖν ἀναγκαῖον ἔσται σοι μέλλοντί γε μηδὲν παραλείψειν ὧν ἐπηγγείλω.
5.2.36. καὶ δὴ καὶ ἡ νόσος ἡ τῆς ψυχῆς ὡσαύτως ἀσυμμετρία τις ἔσται καὶ στάσις πρὸς ἄλληλα τῶν αὐτῶν τούτων μορίων, ὧν ἡ συμμετρία τῆς ψυχῆς ἦν ὑγίεια.
5.2.37. τὰ δὲ μόρια ταῦτα κατὰ τὸν Πλάτωνα τὸ θυμοειδές ἐστι καὶ τὸ λογιστικὸν ἔτι τε πρὸς τούτοις τρίτον τὸ ἐπιθυμητικόν· ὥστε σώζεσθαι τήν τε τῆς ὑγιείας καὶ τὴν τῆς νόσου κατὰ πᾶν ὁμοιότητα τῆς ψυχῆς πρὸς τὸ σῶμα.
5.2.38. συμφωνοῦντα μὲν γὰρ ἀλλήλοις τὰ τρία καὶ κατὰ μηδὲν στασιάζοντα τὴν ὑγίειαν τῆς ψυχῆς ἀπεργάζεται, διαφωνήσαντα δὲ καὶ στασιάσαντα τὴν νόσον.
5.2.39. ἔστι γὰρ ἡ νόσος ἀνωτέρω καὶ καθόλου μᾶλλον ἢ ὡς μικρὸν ἔμπροσθεν εἴρηται. περιλάβωμεν οὖν αὐτῆς τὴν ἔννοιαν· ἡ τοῦ φύσει συγγενοῦς ἔκ τινος <διαφορᾶς> διαφ<θ>ορά· οὕτως γὰρ ἐν Σοφιστῇ Πλάτων ὡρίσατο.
5.2.40. ὅτι δ’ ἀνωτάτω τ’ ἐστὶν ἡ ἀπόδειξις ἥδε καὶ πάσας τὰς κατὰ μέρος νόσους ἀκριβῶς ἐπιλαμβάνει, τάς τε τῆς ψυχῆς ἡμῶν καὶ τὰς τοῦ σώματος καὶ τὰς ἐν τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς, ἤδη δὲ κἀν ταῖς πόλεσιν ὅλαις, οὐ χαλεπὸν καταμαθεῖν.
5.2.41. οὕτω γὰρ οἶμαι καὶ τὰς στασιαζούσας πόλεις ἐμφυλίῳ πολέμῳ νοσεῖν ἐν ἑαυταῖς λέγομεν, ὡς ἂν εἰς μάχην ἀφιγμένων τῶν ἐν αὐταῖς φύσει συγγενῶν.
5.2.42. αὕτη μὲν ἡ γενικωτάτη νόσου πάσης ἔννοια. τῶν δ’ ἁπλουστάτων μορίων ἡ πρὸς ἄλληλα στάσις ἧττον ταύτης ἐστὶ γενική, καὶ ταύτης ἔθ’ ἧττον ἐπειδὰν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀμετρία τις εἶναι λέγηται. σώματος γὰρ αὕτη γε μόνου καὶ οὐδενὸς τῶν ἄλλων ἐστὶ νόσος, ὥσπερ γε καὶ ἡ τοῦ λογιστικοῦ στάσις οὐδενὸς τῶν ἄλλων ἐστὶ πλὴν ψυχῆς νόσος.