5.3.2. ἀλλ’ εἴπερ ἑκάστην τῶν ἐννοιῶν καὶ προλήψεων εἶναι μόριον νομίζεις τῆς ψυχῆς, ἁμαρτάνεις διττά. πρῶτον μὲν γὰρ οὐ ψυχῆς ἐχρῆν ἀλλὰ λόγου ταῦτ’ εἶναι μόρια φάσκειν, ὥσπερ οὖν καὶ γράφεις ἐν τῇ περὶ λόγου πραγματείᾳ· οὐ γὰρ δήπου ταὐτόν ἐστι ψυχὴ καὶ λόγος.
5.3.3. ἄλλως τε καὶ διὰ τῆς προγεγραμμένης ῥήσεως ἐνεδείξω τῶν ἐν τῇ ψυχῇ συνισταμένων ὡς ἕν τι καὶ ὁ λόγος ἐστίν· οὐ ταὐτὸν δὲ ψυχή ἐστι καὶ τὸ ἐν αὐτῇ συνιστάμενον.
5.3.4. ἔπειτα δ’ εἰ καὶ τοῦτό τις ἐάσειεν ἀνέλεγκτον, ἀλλά τοι τάς γ’ ἐννοίας καὶ προλήψεις οὐ μόρια τῆς ψυχῆς εἶναι λεκτέον ἀλλ’ ἐνεργείας τινάς.
5.3.5. οὐδὲν δ’ ἐκ τῶν οἰκείων ἐνεργειῶν σύγκειται, οὔτε οὖν ὁ ὀφθαλμὸς οὔτε τὸ οὖς οὔτε χεὶρ οὔτε σκέλος οὔτ’ ἄλλο τῶν πάντων οὐδέν· ἀλλ’ εἰσὶν ἐνέργειαι μὲν ὀφθαλμοῦ αἱ τῶν χρωμάτων ἑκάστου διαγνώσεις, λευκοῦ καὶ μέλανος καὶ ξανθοῦ καὶ φαιοῦ καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ γε καὶ ὠτὸς αὖ αἱ τῶν φωνῶν, ὀξείας καὶ βαρείας καὶ μεγάλης καὶ μικρᾶς καὶ λείας καὶ τραχείας, οὐ μὴν τά γε μόρια ταῦτ’ ἐστὶν οὔτ’ ὠτὸς οὔτ’ ὀφθαλμοῦ.
5.3.6. ἀλλ’ οἶσθα δήπου καὶ σὺ σαφῶς ὡς κερατοειδής τέ τίς ἐστι χιτὼν καὶ ῥαγοειδὴς ἕτερος καὶ ἔτι κρυσταλ<λ>οειδές τε καὶ ὑαλοειδὲς ὑγρὸν ἕτερά τε τοιαῦτα μόρια τῶν ὀφθαλμῶν ὥσπερ γε καὶ ὠτὸς ὀστᾶ καὶ χόνδροι καὶ νεῦρα καὶ ὑμένες ὅσα τε ἄλλα τοιαῦτα.
5.3.7. μὴ τοίνυν μηδὲ ἐπὶ τῆς ψυχῆς σύγχει τὰ μόρια ταῖς ἐνεργείαις. αἱ μὲν γὰρ ἔννοιαι καὶ αἱ προ[σ]λήψεις ἐνέργειαι, <μόρια δὲ> τῆς ψυχῆς, ὡς αὐτὸς σὺ δι’ ἑτέρων ἐκδιδάσκεις, τό τε ἀκουστικὸν πνεῦμα καὶ τὸ ὀπτικὸν ἔτι τε πρὸς τούτοις φωνητικόν τε καὶ γεννητικὸν καὶ πρὸ πάντων αὐτῶν τὸ ἡγεμονικόν, ἐν ᾧ καὶ τὸν λόγον ἔφης συνίστασθαι, καθ’ ὃ δὴ καὶ μάλιστα μόριον [δὴ] τῆς ψυχῆς αἶσχος καὶ κάλλος ἐγγίνεσθαι λέγεις αὐτῇ.
5.3.8. τοῦτ’ οὖν τὸ πνεῦμα δύο μὲν κέκτηται μόριά τε καὶ στοιχεῖα καὶ καταστάσεις, δι’ ὅλων ἀλλήλοις κεκραμ[μ]ένα, τὸ ψυχρὸν καὶ θερμόν, εἴπερ δ’ ἑτέροις ὀνόμασι καὶ ἀπὸ τῶν οὐσιῶν ἐθέλοι τις αὐτὰ προσαγορεύειν, ἀέρα τε καὶ πῦρ· οὐ μὴν ἀλλὰ καὶ ἰκμάδα τινὰ προσείληφεν ἀπὸ τῶν σωμάτων ἐν οἷς διαιτᾶται.
5.3.9. ἀλλὰ θαυμάζοιμ’ ἂν εἰ τὴν τούτων συμμετρίαν ὑγίειαν ἢ κάλλος εἶναι βουλήσῃ τοῦ ἡγεμονικοῦ. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τὴν ὑγίειαν ἐν τούτοις τίθεσθαι προσῆκεν, ὡς ἡγεμονικοῦ δὲ ψυχῆς οὐκέτ’ ἐν τούτοις οὐδὲ κατ’ αὐτὸν σέ.
5.3.10. διέφθαρται τοίνυν ἡμῖν ὅλον τὸ παράδειγμα καὶ ἡ τῆς συνωνυμίας ἐπαγγελία παντάπασιν οἴχεται μὴ δυνηθεῖσιν ἐπιδεῖξαι τὸν αὐτὸν τρόπον ἐν τῷ τῆς ψυχῆς ἡγεμονικῷ νόσον ἢ ὑγίειαν ἢ κάλλος ἢ αἶσχος συνιστάμενα καθάπερ ἐν ὅλῳ τῷ σώματι.
5.3.11. καίτοι τοῦτό γ’ ὑπέσχου πρότερον ὀρθῶς γινώσκων καὶ φυλάττων τὴν ἔννοιαν ἁπάντων τῶν εἰρημένων, οὐ μὴν ἀκολουθῆσαί γε μέχρι παντὸς ἠδυνήθης οὐδ’ ἐξηγήσω τὴν ἀναλογίαν τε καὶ ὁμοιότητα τῶν κατὰ τὴν ψυχὴν ἐγγιγνομένων τοῖς κατὰ τὸ σῶμα.