Светлый фон

5.3.30. οὕτω μὲν ἐν τῷ Σοφιστῇ Πλάτων ἀπεφήνατο καὶ καθόλου καὶ κατὰ μέρος ὑπὲρ ὑγιείας τε καὶ κάλλους, αἴσχους τε καὶ νόσου, καθόλου μὲν ὑπογράψας τὴν ἔννοιαν αὐτῶν, κατὰ μέρος δὲ ὅπως ἐγγίγνεται ταῖς ψυχαῖς διδάξας.

5.3.31. τὰς δ’ ἄλλας αὐτοῦ ῥήσεις οὐκ ὀλίγας οὔσας ἐν πολλοῖς τῶν συγγραμμάτων ἐν οἷς ὑπὲρ ὑγιείας τε καὶ κάλλους αἴσχους τε καὶ νόσου διῆλθεν οὔ μοι δοκεῖ νῦν εἶναι παρατίθεσθαι καιρός· ἀλλ’ ἐπειδὰν ὑπὲρ ὑγιείας τε καὶ νόσων ὁ λόγος ἡμῖν περαίνηται δεικνύουσιν ὡσαύτως ῾Ιπποκράτει τὸν Πλάτωνα γιγνώσκειν ὑπὲρ αὐτῶν, ἐπὶ πλέον ἐν ἐκείνοις τῶν τοιούτων μνημονεύσω ῥήσεων.

5.4.1. Νυνὶ δέ, οὔτε γὰρ ἁπλῶς περὶ κάλλους ἢ ὑγιείας ἢ αἴσχους ἢ νοσημάτων ὁ λόγος οὔτε περὶ μόνων τῶν τοῦ σώματος ἀλλὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ἐξ ἀρχῆς ἡμῖν προὔκειτο, παραλείψω μὲν τἆλλα, τὸ προκείμενον δ’ αὐτὸ μόνον ἀναλήψομαι.

5.4.2. πρόκειται δὲ δεικνύειν ὡς οὔτε καθ’ ἓν μόριον τῆς ψυχῆς οὔτε κατὰ μίαν αὐτῆς δύναμιν αἵ τε κρίσεις γίγνονται καὶ τὰ πάθη συνίσταται, καθάπερ ὁ Χρύσιππος ἔφασκεν, ἀλλὰ καὶ δυνάμεις πλείους αὐτῆς εἰσιν ἑτερογενεῖς καὶ μόρια πλείω.

5.4.3. τὸ μὲν δὴ τὰς δυνάμεις τῆς ψυχῆς τρεῖς εἶναι τὸν ἀριθμόν, αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα, καὶ Ποσειδώνιος ὁμολογεῖ καὶ ᾿Αριστοτέλης· τὸ δὲ καὶ τοῖς τόποις αὐτὰς ἀλλήλων κεχωρίσθαι καὶ τὴν ψυχὴν ἡμῶν μὴ μόνον ἔχειν ἐν ἑαυτῇ δυνάμεις πολλάς, ἀλλὰ καὶ σύνθετον ἐκ μορίων ὑπάρχειν ἑτερογενῶν τε καὶ διαφερόντων ταῖς οὐσίαις ῾Ιπποκράτους ἐστὶ καὶ Πλάτωνος δόγμα.

5.4.4. καί μοι πολλὰ μὲν ἤδη περὶ τῆς ἀληθείας αὐτοῦ διὰ τῶν ἔμπροσθεν εἴρηται, πολλὰ δ’ ἐν τοῖς ἐφεξῆς εἰρήσεται.

5.4.5. νυνὶ δ’ ἐπὶ τὸν Χρύσιππον αὖθις ἐπάνειμι μήτε τὰς εἰρημένας δυνάμεις ὁμολογοῦντα κατὰ τὴν ψυχὴν ἡμῶν ὑπάρχειν, ἀλλὰ πᾶσαν ἐνέργειάν τε καὶ πάθος ἐν τῷ λογιστικῷ μόνῳ συνίστασθαι φάσκοντα, μήθ’ ὅπως ἰᾶσθαι χρὴ τὰ πάθη γενόμενα μήθ’ ὅπως κωλῦσαι γενέσθαι διδάσκοντα.

5.4.6. διηνέχθη μὲν οὖν καὶ περὶ τούτου πρὸς ἑαυτόν, ὥσπερ καὶ περὶ παμπόλλων ἑτέρων, ἐν μὲν τῷ προτέρῳ Περὶ ψυχῆς τιθέμενος εἶναι ταύτας δυνάμεις τῆς ψυχῆς ἃς ἐν τῷ πρὸ τούτου γράμματι παραθέμενος αὐτοῦ τὰς ῥήσεις ἐπέδειξα, κατὰ δὲ τὰ περὶ τῶν παθῶν βιβλία κρίσεις τινὰς ὑπάρχειν τὰ πάθη τοῦ λογιστικοῦ τῆς ψυχῆς ἀποφηνάμενος.

5.4.7. ἀλλ’ ἡμεῖς ἃ μὲν ἀληθῶς εἶπε μαρτύρια τῶν ῾Ιπποκράτους τε καὶ Πλάτωνος δογμάτων οὐ τὰ τυχόντα νομίζομεν ὑπάρχειν, εἰρημένα γε πρὸς ἀνδρὸς οὐ συνετοῦ μόνον ἀλλὰ καὶ σπεύδοντος ἅπαντι τρόπῳ τὸ παλαιὸν δόγμα διαβαλεῖν. ἡ γὰρ παρὰ τῶν τοιούτων μαρτυρία καταναγκαζομένων ὑπὸ τῆς ἀληθείας εἴωθε γίγνεσθαι.

5.4.8. μεταβάντες δὲ πάλιν ἐφ’ ἕτερα τῶν ὑπ’ αὐτοῦ γεγραμμένων εἰς τὸ προκείμενον ἐπιδείξομεν ὅπως καὶ τούτων ἔνια μὲν οἷς αὐτὸς εἶπεν οὐ συμφωνεῖ, ἔνια δ’ αὖ τοῖς ἐναργέσι μάχεται, τινὰ δὲ κατ’ ἄμφω πεπλημμέληται.