5.2.43. ὁ δὲ Χρύσιππος ἁμαρτάνει διττὰ κατὰ τὴν ἐν τούτοις διδασκαλίαν· πρῶτον μὲν ὅτι διαφέρεται πρὸς αὑτὸν ἐν μὲν τῷ Περὶ παθῶν Ἠθικῷ συνωνύμως ὠνομάσθαι λέγων τὴν ἐν τῇ ψυχῇ νόσον τῇ κατὰ τὸ σῶμα, διὰ δὲ τοῦ πρώτου τῶν Λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ· ἔπειθ’ ὅτι μηδ’ ὅπερ [ἀληθῶς] ὑπέσχετο κατὰ τὸ θεραπευτικὸν καὶ ἠθικὸν ἐπιγραφόμενον βιβλίον ἠδυνήθη δεῖξαι.
5.2.44. τί δ’ ἐστὶ τοῦτο; τῶν μερῶν τῆς ψυχῆς ἡ πρὸς ἄλληλα συμμετρία <τε καὶ ἀσυμμετρία> καθ’ ἣν ὑγιαίνειν τε λέγεται καὶ νοσεῖν.
5.2.45. πάντα γὰρ αὐτῆς τά τε πάθη καὶ τὰ νοσήματα καθ’ ἓν ὑποθέμενος γίγνεσθαι τὸ λογιστικὸν εἰκότως ἀπορεῖ δεικνύναι τίνων μέν ἐστι μορίων ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία.
5.2.46. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν συμμετρίᾳ μερῶν ὑποθέμενος γίγνεσθαι τὸ κάλλος, ἐν ἀμετρίᾳ δέ τινι τὸ αἶσχος, εἰκότως ἀπορεῖ δεικνύναι ποίων μὲν τῆς ψυχῆς μερῶν ἡ συμμετρία κάλλος ἐστί, ποίων δὲ ἀμετρία αἶσχος.
5.2.47. καίτοι γράφει γ’ ἐφεξῆς ὧν ὀλίγον ἔμπροσθεν αὐτοῦ παρεθέμην ῥήσεων ὡδί· “διὸ καὶ καλὴ ἢ αἰσχρὰ ψυχὴ ἀνάλογον ῥηθήσεται κατὰ συμμετρίαν ἢ ἀμετρίαν τοιῶνδέ τινων μερῶν.”
5.2.48. ὅτι μὲν οὖν κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων μερῶν τῆς ψυχῆς ἢ καλὴν ἢ αἰσχρὰν αὐτὴν εἶναι λεκτέον ἐστὶ καὶ ὑγιαίνουσαν καὶ νοσοῦσαν, ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ· τίνα δ’ ἐστὶ ταῦτα τὰ τῆς ψυχῆς μόρια μὴ δυνάμενος εἰπεῖν, ὡς ἂν ἐν ἑνὶ μόνῳ τῷ λογιστικῷ καὶ τὴν ὑγίειαν αὐτῆς καὶ τὴν νόσον καὶ τὸ κάλλος καὶ τὸ αἶσχος τιθέμενος, ἀναγκάζεται περιπλέκειν τε τὸν λόγον καὶ τῶν ἐνεργειῶν αὐτῆς ὡς μερῶν μνημονεύειν.
5.2.49. ἐφεξῆς γοῦν οἷς παρεθέμην ὡδὶ γράφει· “ἔστι δὲ τῆς ψυχῆς μέρη δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκε καὶ ἡ ἐν αὐτῷ διάθεσις. καὶ ἔστι καλὴ ἢ αἰσχρὰ ψυχὴ κατὰ τὸ ἡγεμονικὸν μόριον ἔχον <οὕτως> ἢ οὕτως κατὰ τοὺς οἰκείους μερισμούς.”
5.2.50. ποίους οἰκείους μερισμούς, ὦ Χρύσιππε, προσγράψας ἐφεξῆς ἀπαλλάξεις ἡμᾶς πραγμάτων.
5.2.51. ἀλλ’ οὔτ’ ἐνταῦθα προσέγραψας οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν σεαυτοῦ βιβλίων, ἀλλ’ ὥσπερ οὐκ ἐν τούτῳ τὸ πᾶν κῦρος ὑπάρχον τῆς περὶ τῶν παθῶν πραγματείας, ἀποχωρεῖς τε παραχρῆμα τῆς διδασκαλίας αὐτοῦ καὶ μηκύνεις τὸν λόγον ἐν τοῖς οὐ προσήκουσι, δέον ἐπιμεῖναι καὶ δεῖξαι τίνα ποτέ ἐστι τὰ μόρια τοῦ λογιστικοῦ τῆς ψυχῆς.
5.2.52. ἐπειδὴ τοίνυν σὺ παρέδραμες εἴθ’ ἑκὼν εἴτ’ ἄκων τὸν λόγον— οὐ γὰρ ἔχω συμβαλεῖν—, ἐγὼ πειράσομαι τοῖς σοῖς δόγμασιν ἑπόμενος ἐξευρεῖν τέ σου τὸ βούλημα καὶ διασκέψασθαι περὶ τῆς ἀληθείας αὐτοῦ τὴν ἀρχὴν ἀπὸ τῆς προγεγραμμένης ῥήσεως ποιησάμενος ἐχούσης ὧδε·
5.3.1. “ἔστι δέ γε τῆς ψυχῆς μέρη δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκεν”· ἀναμιμνήσκων ἴσως ἡμᾶς τῶν ἐν τοῖς περὶ τοῦ λόγου γεγραμμένων ὧν σὺ διῆλθες, ὡς ἔστιν ἐννοιῶν τέ τινων καὶ προλήψεων ἄθροισμα.