Светлый фон

9.9.33. ἐν τούτῳ τῷ λόγῳ παντὶ σκοπὸν ἡµᾶς ἐδίδαξε τῆς διακρίσεως τῶν οὕτως λεγοµένων ἐν διαφορᾷ κ[ιν]εῖσθαι τοῦ τε ἀκριβῶς λεγοµένου ταὐτοῦ, καὶ τοῦ παχέως τε καὶ πλατέως καὶ οὐκ ἀκριβῶς.

9.9.34. ὁ µὲν γὰρ αὐτὸς ἵππος οὐ δύναται κατὰ τὸν αὐτὸν [ἅµα] χρόνον εἰς ᾿Αθήνας τε ἅµα καὶ Κόρινθον ἀπιέναι, καθάπερ οὐδ’ εἶναι κατὰ τὸν αὐτὸν ἅµα χρόνον ᾿Αθήνησι καὶ <ἐν> Κορίνθῳ, οὐδὲ µέλας καὶ λευκὸς εἶναί τε καὶ λέγεσθαι καθ’ ἕνα χρόνον τὸν αὐτόν, εἰ µὴ τὸ µὲν ἥµισυ φέρε τοῦ σώµατος λευκὸν [αὐτοῦ] εἴη, τὸ δ’ ἕτερον αὐτοῦ µέλαν, ἀλλ’ [ὅτι] οὔτε τὸ λευκὸν µέρος ἅµα τε λευκὸν εἶναι καὶ µέλαν οὔτε τὸ µέλαν ἅµα µέλαν τε καὶ λευκὸν οἷόν τε εἶναι.

9.9.35. Kατὰ τοῦτον οὖν τὸν σκοπὸν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς γυµνάζων ἡµᾶς διακρίνει τό τε ταὐτὸν ἀπὸ τοῦ ἑτέρου καὶ τὸ ὅµοιον ἀπὸ τοῦ ἀνοµοίου.

9.9.36. κἀπειδὴ ταῦτα ἔπραξεν, αὐτὸς ἐφεξῆς κατὰ λέξιν ὡδί πως ἔγραψε· “µήτοι τις, ἦν δ’ ἐγώ, ἀσκέπτους ἡµᾶς ὄντας θορυβήσῃ, ὡς οὐδεὶς ποτοῦ ἐπιθυµεῖ, ἀλλὰ χρηστοῦ ποτοῦ, καὶ οὐ σίτου, ἀλλὰ χρηστοῦ σίτου. <πάντες γὰρ ἄρα τῶν ἀγαθῶν ἐπιθυµοῦσιν· εἰ οὖν ἡ δίψα ἐπιθυµία ἐστί, χρηστοῦ ἂν εἴη εἴτε πώµατος εἴτε ἄλλου ὅτου ἐστὶν ἐπιθυµία, καὶ αἱ ἄλλαι οὕτω. ἴσως γὰρ ἄν, ἔφη, δοκοῖ τι λέγειν ὁ ταῦτα λέγων. ἀλλὰ µέντοι, ἦν δ’ ἐγώ, ὅσα γ’ ἐστὶ τοιαῦτα οἷα εἶναί του, τὰ µὲν ποιὰ ἄττα ποιοῦ τινός ἐστιν, ὡς ἐµοὶ δοκεῖ,> τὰ δ’ αὐτὰ ἕκαστα αὐτοῦ ἑκάστου µόνου.”

9.9.37. εὔδηλον οὖν ὅτι προ[σ]θεὶς κατὰ τὸν λόγον εὐθὺς ἐν ἀρχῇ, “µήτοι τις, ἦν δ’ ἐγώ, ἀσκέπτους ἡµᾶς ὄντας θορυβήσῃ,” διὰ τοῦτο προσέθηκε τὸ ἀσκέπτους, εἰδὼς ὅτι περὶ ἕκαστον τούτων ἐσκέφθαι χρὴ διατρίψαντα καὶ γυµνασάµενον πολυειδῶς. τοιαύτη γάρ τις ἡ περιωδευµένη φαντασία παρὰ τοῖς µετ’ αὐτὸν ᾿Ακαδηµαϊκοῖς ὠνοµάσθη.

9.9.38. καὶ θαυµαστὸν οὐδὲν ἐκ τῆς πολλῆς τῆς περὶ τὸ προκείµενον πρᾶγµα σκέψεως ἀκριβεστέραν αὐτοῦ γίγνεσθαι τὴν γνῶσιν, ὅπου γε καὶ τῶν ταῖς αἰσθήσεσι διαγιγνωσκοµένων ἡ γνῶσις ἀκριβεστέρα τοῖς συνεχῶς αὐτὰ θεωµένοις γίγνεται, καθάπερ ἐπὶ πολλῶν διδύµων φαίνεται δοκούντων τοῖς µὲν ἀήθεσιν ἀπαραλλάκτων εἶναι, τοῖς δὲ συνήθεσι καὶ πάνυ ῥᾳδίως διακρινοµένων.

9.9.39. Ὥσπερ δὲ ἐπὶ τῶν ἀξιωµάτων αἱ ὁµοιότητες πλάνας καὶ αἱ ἀνοµοιότητες παρέχουσι τοῖς ἀγυµνάστοις τε καὶ ἀσκέπτοις, οὕτω καὶ περὶ τῶν ζητουµένων πραγµάτων ἀπάτη γίγνεται πολλάκις οὐχ ἥκιστα καὶ διὰ τὰς ὁµωνυµίας διττὰς οὔσας, ἑτέρας µὲν ἐκ <τοῦ> τῶν ὁµογλώττων ἔθους, ἑτέρας δ’ ἐξ αὐτοῦ τοῦ τῶν διαλέκτων· ὥσπερ ἀµέλει καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν µερῶν ἡ ζήτησις γέγονεν ἀποδεικνύντος µὲν τοῦ Πλάτωνος µὴ δύνασθαι τὸ ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτόν· ἐν γὰρ τοῖς ἐπιφεροµένοις σαφῶς αὐτὸ τοῦτο διῆλθεν ὀνοµάζων ταὐτὸν τὸ τῆς ψυχῆς εἶδός τε καὶ µέρος.