9.8.23. εἰ δ’ ἐκ τοῦ µὴ βλέπειν αὐτὸν οὐδ’ εἶναι φήσοµεν, οὐ φυλάξοµεν ἔτι τὴν ὁµοιότητα τῆς πρὸς τὰς τέχνας κρίσεως, ἐφ’ ὧν οὐκ ἐν τῷ θεᾶσθαι τὸν συµπήξαντα τὴν ναῦν ἢ τὸν σκίµποδα τὴν κρίσιν τῆς τέχνης ἐποιούµεθα παραλιπόντες σκοπεῖσθαι τὴν χρείαν ἑκάστου τῶν µορίων, ἀλλ’ ἐν τούτῳ τὸ κῦρος αὐτῆς ἐθέµεθα.
9.8.24. γελοῖον γὰρ εἴ τις ἐν τῷ θεάσασθαι τὸν κατασκευάζοντα τούτων τι τεχνίτην εἶναι νοµίζοι, καὶ εἰ ἔνια τῶν µερῶν εὑρίσκοι κακῶς κατεσκευασµένα· γελοῖον δὲ κἂν ἄριστα κα-τεσκευασµένης τῆς νεὼς ἢ τῆς οἰκίας ἢ τῆς κλίνης, ἀγνώστου δ’ ὄντος τοῦ κατασκευάσαντος, νοµίζειν ἄνευ τῆς τέχνης γεγονέναι τὰ τοιαῦτα ἢ κατὰ τύχην, διακρινόντων ἁπάντων τὸ τὴν µὲν σπανιάκις ἁµαρτάνειν τοῦ σκοποῦ, τὴν δ’ ἐπιτυγχάνειν ὀλιγάκις, ἀχρείαν δὲ καὶ µὴ τεχνικὴν ἡγεῖσθαι τὴν τῆς τοῦ σώµατος ἡµῶν κατασκευῆς αἰτίαν εἶναι φυλάττοντα τὴν ὁµοιότητα τῆς κρίσεως ἐπὶ τῶν ὁρατῶν τεχνιτῶν πρὸς τοὺς µὴ ὁρωµένους.
9.8.25. οὐ γὰρ ἔξωθεν ἐπεισάγειν προσήκει κριτήριον εἰς ἐπίσκεψιν ὧν ἅπαντες ἔχοµεν φύσει.
9.8.26. τούτοις τοῖς κριτηρίοις χρώµενος ὁ ῾Ιπποκράτης ἔγραψε τάς τε φωνάς· “εὐπαίδευτος ἡ φύσις ἐοῦσα, οὐ µαθοῦσα τὰ δέοντα ποιέει,” καὶ ἐν ἄλλαις ἄλλως, “φύσιες νούσων οἱ ἰητροί”· ὡσαύτως ἔχει καὶ τοῦτο· “φύσις ἐξαρκέσει παντάπασι.”
9.8.27. καλεῖ δ’ αὐτὴν καὶ δικαίαν ἐνίοτε καὶ τὸν ἰατρὸν ὑπηρέτην τε καὶ µιµητὴν αὐτῆς εἶναί φησι καὶ διαπαντὸς ἐν τοῖς κατὰ µέρος λόγοις ὑµνεῖ τε καὶ θαυµάζει τὴν δύναµιν αὐτῆς, ἥτις µέν ἐστιν ἡ οὐσία τῆς διαπλαττούσης τε καὶ διοικούσης ἡµᾶς φύσεως οὐ τολµῶν ἀποφήνασθαι, τὸ δὲ δηµιουργικὸν ἡµῶν αἴτιον, ὡς ἔθος ἐστὶν ἅπασιν ἀνθρώποις, ὀνοµάζων φύσιν.
9.9.1. ᾿Αλλὰ Πλάτων γε καὶ τὸ κατασκευάσαν ἡµᾶς αἴτιον ἀπεφήνατο τὸν τοῦ κόσµου δηµιουργὸν θεὸν τοῖς ἑαυτοῦ παισὶ κελεῦσαι λόγῳ διαπλάσαι τὸ τῶν ἀνθρώπων γένος λαβόντας µὲν παρ’ αὐτοῦ τῆς ἀθανάτου ψυχῆς τὴν οὐσίαν, προσθέντας δ’ ἐν αὐτῇ τὸ γεννητόν.
9.9.2. ἀλλ’ ἐκεῖνό γε χρὴ γιγνώσκειν ἡµᾶς, ὡς οὐκ ἔστιν ὅµοιον εἶδος ἀποδείξεως τε καὶ θέσεως τοῦ κατὰ πρόνοιαν θεοῦ τινος ἢ θεῶν ἡµᾶς κατεσκευάσθαι καὶ τοῦ γνῶναι τὴν οὐσίαν τοῦ κατασκευάσαντος, ὥσπερ οὐδὲ τῆς ψυχῆς ἡµῶν.
9.9.3. ὅτι µὲν ἄκρας ἐστὶ σοφίας καὶ δυνάµεως ἡ τοῦ σώµατος ἡµῶν κατασκευή, δι’ ὧν ὀλίγον ἔµπροσθεν εἶπον ἐπιδείκνυται· τὰ δὲ περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῶν διαπλασάντων ἡµᾶς θεῶν ἔτι τε µᾶλλον ὅσα περὶ τοῦ σώµατος ἡµῶν λέγεται παντὸς ὑπὸ τοῦ θειοτάτου Πλάτωνος ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἐκτείνεται, ὡς αὐτὸς ἐδήλωσεν ἐν Τιµαίῳ πρῶτον ἐνάρχεσθαι µέλλων τῆς φυσιολογίας, εἶτα καὶ µεταξὺ κατὰ τὴν διέξοδον τοῦ λόγου παρεντιθεὶς τὴν ἀπόφασιν.
9.9.4. ἄρχεσθαι µὲν οὖν µέλλων αὐτοῦ ὁ Τίµαιος, τοῦτο<ν> γὰρ ὑπέθετο τοὺς περὶ φύσεως τῶν κατὰ τὸν κόσµον ἅπαντα λόγους διεξερχόµενον, ὧδέ πώς φησιν·