Светлый фон

9.9.5. “ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν πέρι, θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, µὴ δυνατοὶ γενώµεθα πάντῃ πάντως αὐτοὺς αὑτοῖς ὁµολογουµένους λόγους καὶ ἀπηκριβωµένους ἀποδοῦναι, µὴ θαυµάσῃς· ἀλλ’ ἐὰν ἄρα µηδενὸς ἧττον παρεχώµεθα εἰκότας, ἀγαπᾶν χρὴ µεµνηµένους ὡς ὁ λέγων ὑµεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχοµεν· ὥστε περὶ τούτου τὸν εἰκότα µῦθον ἀποδεχοµένους πρέπει µηδὲν ἔτι πέρα ζητεῖν.”

9.9.6. οὕτω δὲ καὶ τὰ περὶ ψυχῆς αὐτῷ γεγραµµένα τοῦ πιθανοῦ καὶ εἰκότος ἔχεσθαί φησιν ὧδέ πως εἰπών· “τὰ µὲν οὖν περὶ ψυχῆς ὅσον θνητὸν ἔχει καὶ ὅσον θεῖον καὶ ὅπῃ καὶ µεθ’ ὧν καὶ δι’ ἃ χωρὶς ᾠκίσθη, τὸ µὲν ἀληθὲς ὡς εἴρηται, θεοῦ ξυµφήσαντος τότ’ ἂν οὕτως µόνως διισχυριζοίµεθα· τό γε µὴν εἰκὸς ἡµῖν εἰρῆσθαι καὶ νῦν ἔτι µᾶλλον ἀνασκοποῦσι διακινδυνευτέον τε φάναι καὶ πεφάσθω.”

9.9.7. Ὥσπερ οὖν ταῦτα περὶ ψυχῆς εἶπεν ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἡµῖν γιγνώσκεσθαι προαποπεφασµένα, καὶ διὰ τοῦτο κἀγὼ τολµηρῶς ἀποφήνασθαι περὶ αὐτῶν οὐ θαρρῶ, κατὰ δὲ τοὐναντίον ὅτι πλείω τὰ τῆς ψυχῆς ἐστιν εἴδη καὶ ὅτι τριχῇ κατῴκισται καὶ ὅτι τὸ µὲν αὐτῶν θεῖόν ἐστιν ᾧ λογιζόµεθα, τὰ δὲ λοιπὰ δύο παθητικά, τὸ µὲν ᾧ θυµούµεθα, τὸ δὲ ᾧ τῶν διὰ τοῦ σώµατος ἡδονῶν ἐπιθυµοῦµεν, ὃ κἀν τοῖς φυτοῖς ἐστιν, ἀποδείξεις ἔχειν φηµὶ καὶ µέντοι καὶ ὅτι τὸ µὲν ἐν ἐγκεφάλῳ κατῴκισται, τὸ δὲ ἐν καρδίᾳ, τὸ δ’ ἐν ἥπατι·

9.9.8. καὶ γὰρ τούτων εἰσὶν ἀποδείξεις ἐπιστηµονικαὶ καὶ περὶ αὐτῶν ἠγωνισάµην ἐν τοῖς πρώτοις ἓξ ὑποµνήµασι τῆσδε τῆς πραγµατείας οὔτε περὶ τῆς οὐσίας εἰπών τι τῶν τριῶν εἰδῶν τῆς ψυχῆς οὔτε περὶ τῆς ἀθανασίας οὔθ’ ἅλως ζητήσας πότερα κυρίως ὀνοµάζων εἴρηκεν ἐν Τιµαίῳ θνητὰ τὰ δύο µέρη τῆς ψυχῆς ἢ ταύτην αὐτοῖς ἐπήνεγκε τὴν προσηγορίαν ἀθανάτοις οὖσιν ὡς χείροσι τοῦ λογιστικοῦ καὶ ὡς κατὰ τὰ θνητὰ τῶν ζῴων ἐνεργοῦσι µόνον.

9.9.9. τὸ γὰρ ὅτι τριχῇ κατῴκισται τὰ ψυχῆς εἴδη καὶ ὅτι τοσάσδε τὰς δυνάµεις ἕκαστον αὐτῶν ἔχει καὶ ὅτι τοιάσδε τινάς, εἴς τε τὴν ἰατρικὴν τέχνην χρήσιµον ὑπάρχον εἴς τε τὴν ἠθικήν τε καὶ πολιτικὴν ὀνοµαζοµένην φιλοσοφίαν εὐλόγως ῾Ιπποκράτει τε καὶ ἡµῖν ζητεῖται· πότερον δὲ καὶ τὸ θυµοειδὲς καὶ τὸ ἐπιθυµητικὸν ἀθάνατα τετύχηκεν ὄντα, καθάπερ ἡγοῦνται πολλοὶ τῶν Πλατωνικῶν, ἢ θνητὰ κυρίως εἴρηται κατὰ τὸν Τίµαιον, οὐ πάνυ τι χρήσιµον οὔτ’ εἰς ἰατρικὴν οὔτε τὴν ἠθικήν τε καὶ πολιτικὴν φιλοσοφίαν ὀνοµαζοµένην ὑπάρχον εἰκότως τοῖς ἰατροῖς καὶ πολλοῖς τῶν φιλοσόφων παραλέλειπται.

9.9.10. τῆς θεωρητικῆς οὖν φιλοσοφίας ἐστὶ µᾶλλον ἢ τῆς πρακτικῆς.

9.9.11. ἀλλ’ ὅτι τὸ βέβαιον αἱ περὶ τούτων ἀποδείξεις οὐκ ἔχουσιν, αὐτὸν ἐπέδειξα τὸν Πλάτωνα διὰ τῆς ἐν Τιµαίῳ ῥήσεως ὁµολογοῦντα.

9.9.12. οὐ µὴν περί γε τῶν ἐν τῷ τετάρτῳ Πολιτείας ὑπ’ αὐτοῦ γεγραµµένων ἐστὶν εἰπεῖν ὡς ἄχρι τοῦ πιθανοῦ προερχοµένων µόνον· ἀλλ’ ἐµοὶ µὲν ἐπιστηµονικαὶ δοκοῦσιν αἱ ἀποδείξεις ὑπάρχειν ἄλλο µὲν εἶναι τὸ λογιστικόν, ἄλλο δὲ τὸ θυµοειδές, ἄλλο δὲ τὸ ἐπιθυµοῦν ἀποδεικνύντος αὐτοῦ.