9.9.13. ᾧ δὴ καὶ δῆλον ὅπερ ἐξ ἀρχῆς λέγω, χαλεπώτατον εἶναι διακρίνειν τὰς ὁµοιότητας. ὅπου γὰρ αὐτῶν τῶν Πλατωνικῶν πολλοὶ ἐναντίως οἷς ὁ Πλάτων ἀπεφήνατο ἐδόξασαν, πῶς ἄν τις ἐπὶ τοῖς ἄλλοις φιλοσόφοις θαυµάσειεν ἀγνοοῦσι διακρίνειν τὸ πιθανὸν µὲν οὐκ ἀληθὲς δὲ τοῦ βεβαίως ἀληθοῦς;
9.9.14. ὅπερ οὐκ ἂν ἐγένετο, οὐδεµιᾶς ὁµοιότητος οὔσης τοῖς ψευδέσι καὶ πιθανοῖς πρὸς τὰ µετ’ ἐπιστήµης δεικνύµενα.
9.9.15. Mάθοις δ’ ἂν ἐναργῶς αὐτὸ τοῦτο κἀκ τοῦ τετάρτου τῆς Πολιτείας. ἀξιώµατι γὰρ εἰς τὴν ἀπόδειξιν µέλλων χρῆσθαι τοῦ πλείω τὰ τῆς ψυχῆς ἡµῶν εἶναι µόρια προσέχειν ἀκριβῶς αὐτῷ παρακελεύεται γιγνώσκων ἐνίους ἀντεροῦντας ὡς οὐκ ἀληθεῖ διὰ τὸ µὴ δύνασθαι διακρίνειν ἀπὸ τῶν ἀληθινῶν τὰ πιθανὰ µὲν οὐκ ἀληθῆ δὲ πολλῆς ἐν αὐτοῖς οὔσης ὁµοιότητος.
9.9.16. ἐντεῦθεν γάρ τοι καὶ τὸ τῶν δογµάτων πλῆθος ἐγένετο κατ’ ἰητρικήν τε καὶ φιλοσοφίαν, οὐ δυναµένων ἁπάντων διορίζειν ἀπὸ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων τισὶν ἢ ἑποµένων ἢ µαχοµένων ἤ τινα ἄλλην σχέσιν ἐχόντων πρὸς ἄλληλα, τὰ τὸ δυνατὸν ἔχοντα µόνον.
9.9.17. ὁµοιότης γάρ ἐστι κἀνταῦθα πολλοῖς τῶν ἀναγκαίων πρὸς τὰ δυνατὰ µὲν ὅσον ἐπὶ τῇ νοήσει, µὴ µέντοι γε ὑπάρχοντα κατ’ ἀλήθειαν.
9.9.18. ἀλλὰ καὶ τούτων κἀνταῦθα µόνοις τοῖς γεγυµνασµένοις κατ’ αὐτὰ καλῶς τὴν διάγνωσιν οἷόν τε [πε]ποιεῖσθαι καὶ µόνη γ’ ἀρκέσει τοῖς βουλοµένοις ἀποδεικτικοῖς γενέσθαι µετὰ τοῦ δηλονότι συνετοῖς εἶναι φύσει.
9.9.19. θαυµάζειν οὖν δίκαιόν ἐστι καὶ κατὰ τοῦτο τὸν Πλάτωνα µὴ µόνον τὰς µεθόδους εἰπόντα διὰ συντόµων, ἀλλὰ καὶ γυµνάσαντα καθ’ ἑκάστην.
9.9.20. ἔστι µὲν γὰρ τρία κεφάλαια, πρῶτον µὲν τὸ περὶ διαίρεσιν καὶ σύνθεσιν, δεύτερον δὲ τὸ περὶ τὴν τῶν ἀκολούθων τε καὶ µαχοµένων γνῶσιν, ἐπ’ αὐτοῖς δὲ τρίτον τὸ κατὰ τὴν πρὸς ἄλληλα τῶν πραγµάτων µεταβολὴν ἐν τῷ µᾶλλόν τε καὶ ἧττον, ἴσως τε καὶ ὁµοίως καὶ ἀνάλογον, <ὧν> ἐστιν ἥ τε ταὐτοῦ καὶ ἡ ἑτέρου γνῶσις, οἷς ἅπασι κοινὰ συµβέβηκε περὶ ἃ γεγυµνάσθαι χρή, τὸ δυνατὸν καὶ ἀναγκαῖον ἥ τ’ ἐν τούτοις ὁµοιότης τε καὶ ἀνοµοιότης.
9.9.21. οἱ µὲν οὖν σκοποὶ καθ’ οὓς ἕκαστα τούτων ὀρθῶς ἄν τις µεταχειρίζοιτο παντάπασιν ὀλίγοι, τὸ <δὲ> κατ’ αὐτοὺς γυµνάσιον οὐκ ὀλίγου χρόνου δεόµενον.
9.9.22. Ἐνδείκνυται δὲ τοῦτο καὶ κατὰ τὸ τέταρτον τῆς Πολιτείας ὁ Πλάτων, ἔνθα βούλεται δεῖξαι τὴν ψυχὴν ἡµῶν οὐχ ἁπλῆν οὐδὲ µονοειδῆ κατὰ τὴν οὐσίαν, ἀλλὰ σύνθετον ἐκ τριῶν µερῶν, ὧν ἕκαστον µὲν ἴδιον ἔχει τὸ εἶδος, οὐ µίαν δὲ δύναµιν, ἀλλὰ πλείους.
9.9.23. εἰς γὰρ τὴν ἀπόδειξιν αὐτοῦ χρῆταί τινι τῶν πρὸς νόησιν ἐναργῶν λόγῳ τοιῷδε· “δῆλον ὅτι ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅµα.”
9.9.24. τοῦτο µὲν οὖν τὸ ἀξίωµα καθ’ ὃ τὴν ἀπόδειξιν ἐγχειρεῖ ποιήσασθαι. γιγνώσκων δὲ µὴ παντὶ τὸν εἰρηµένον εἶναι λόγον σαφῆ ἐπάγει αὐτὸς [οὗτος] ὧδε· “ἑστάναι, εἶπον, καὶ κινεῖσθαι τὸ αὐτὸ ἅµα κατὰ τὸ αὐτὸ ἆρα δυνατόν;”