Светлый фон

2. Καὶ λέλεκται περὶ πάντων αὐτῶν ἤδη κατὰ τὴν τῆς θεραπευτικῆς µεθόδου πραγµατείαν, καθάπερ γε καὶ πρὸς ᾿Ερασίστρατον ἰδίᾳ περὶ τοῦ κακῶς αὐτὸν ἀποστῆναι τοῦ βοηθήµατος. εἶτα αὖθις ἄλλο πρὸς ἐκείνους τῶν ᾿Ερασιστρατείων ὅσοι φασὶ κεχρῆσθαι τῷ βοηθήµατι τὸν ἄνδρα. διὸ καὶ µισήσειεν ἄν τις ἤτοι τὴν πανουργίαν τῶν µιαρῶν σοφιστῶν, ὅταν γιγνώσκοντες ὅτι ψεύδονται, ἐπιτεχνάζονται ἐπιθυµίᾳ καινοτοµίας, ἢ τὴν δοξοσοφίαν, ὅταν ἀγνοοῦντες τὰ χρησιµώτατα, κατασκευάζουσι τῷ λόγῳ τἀναντία. τούτων γάρ τοι τὸ ἕτερον ὁ Κνίδιος Χρύσιππος ἔπαθεν ἐξελὼν παντάπασι φλεβοτοµίαν τῶν βοηθηµάτων τῶν ἰατρικῶν. ἠκολούθησαν δ’ αὐτῷ καὶ οἱ µαθηταὶ Μήδιός τε καὶ ᾿Αριστογένης ἔνδοξοι καὶ αὐτοὶ παρ’ ῞Ελλησι γενόµενοι. τούτων δ’ ἐπὶ µᾶλλον ὁ ᾿Ερασίστρατος εἰς δόξαν ἀρθεὶς λαµπροτάτην ἐφύλαξε τὴν Χρυσίππου γνώµην. εἶθ’ ἑξῆς οἱ τούτου µαθηταὶ τό γε κατ’ ἀρχὰς ἠκολούθησαν ἅπαντες τῷ τοῦ διδασκάλου δόγµατι, χρόνῳ δ’ ὕστερον ἀπέστησαν τινὲς αὐτῶν αἰδεσθέντες ἀναίσχυντον αἰδώ. τί γὰρ ἂν ἄλλο τίς εἴπῃ πρὸς τοὺς ὑποµείναντας ἀποφήνασθαι προσίεσθαι τὸ τῆς φλεβοτοµίας βοήθηµα τὸν ᾿Ερασίστρατον, εἰ καὶ µηδαµόθι φαίνεται τῶν συγγραµµάτων ἐπὶ µηδενὸς πάθους αὐτὸ συµβουλεύων; ἀκόλουθον γὰρ οὖν ἦν φασὶ τῷ τὴν ἀσιτίαν ὡς κενωτικὸν βοήθηµα παραλαµβάνοντι καὶ τὴν φλεβοτοµίαν πολὺ µᾶλλον ἐκκρίνειν. οἱ δὲ ταῦτα λέγοντες ἅπαντες ἀξιώσουσι φλεβοτοµεῖν, ἐφ’ ὧν ᾿Ερασίστρατος ἐκέλευσεν ἀσιτίᾳ χρῆσθαι. γεγραφότος οὖν αὐτοῦ κατὰ τὴν τῶν πυρετῶν πραγµατείαν, ἐν ταῖς ἀρχαῖς τῶν νόσων ἀσιτίαν, ἀκόλουθόν ἐστιν ἅπαντας φλεβοτοµεῖν, ὡς καὶ ὁ τούτων λόγος ἐν ἐκείνῳ τῷ καιρῷ. ἔστι µὲν δὴ καὶ τοῦτο µέγιστον κακὸν, εἰ πεισθεῖεν οὕτω πράττειν οἱ τὴν τέχνην µανθάνοντες νέοι. πολὺ δὲ τούτων χεῖρον, εἰ µηδὲ τῶν ἄλλων ὧν διορίσασθαι προσῆκεν, ἐπισκέψονται. ταῦτ’ οὖν ἠναγκάσθην αὐτὰ καθ’ ἕτερον γράµµα διεξελθεῖν, ἐπιδεῖξαί τε τοῖς νέοις ᾿Ερασίστρατον οὔτε φλεβοτοµίᾳ κεχρηµένον, ἄµεινον γὰρ τοῦτο πεισθῆναι τοῦ πάντας ἑξῆς φλεβοτοµεῖν, ὅσους ἐκεῖνος ἀσιτεῖν ἐκέλευσε, µεγίστην τε τὴν ὠφέλειαν ἐκ τοῦ βοηθήµατος γίγνεσθαι τοῖς κάµνουσιν, ἐάν τις αὐτῷ προσηκόντως ᾖ χρώµενος. οὐκ οὖν ἔτι γε δέῃ κατά γε τὴν ἐµὴν γνώµην ἄλλο τί µοι γραφῆναι περὶ φλεβοτοµίας, ἐν µὲν τῇ θεραπευτικῇ πραγµατείᾳ τῆς χρήσεως τοῦ βοηθήµατος εἰρηµένης, ὥσπερ γε κἀν τοῖς ὑγιεινοῖς. ἐν δὲ τοῖς δύο βιβλίοις, ὧν τὸ µὲν ἕτερον ἐγράφη πρὸς ᾿Ερασίστρατον αὐτὸν, τὸ δὲ ἕτερον πρὸς τοὺς ἐν ῾Ρώµῃ ᾿Ερασιστρατείους, ἐπιδεδειχότος µου τὰ κακῶς ὑπ’ αὐτοῦ δοξασθέντα, παρακαλεσάντων δὲ πολλάκις πολλῶν µὲν φίλων ἰατρῶν, οἳ δοκοῦσί µοι τὴν θεραπευτικὴν πραγµατείαν ὀκνεῖν ἀναγινώσκειν, ἡναγκάσθην ὕστερον ἐπὶ τὴν ἐνεστῶσαν ἀφικέσθαι σοι διέξοδον, ὅπως µὴ δόξαιµι φθονεῖν αὐτοῖς, ἐφεξῆς δὲ ἅπαντα κατὰ τὴν προσήκουσαν τάξιν ὑπὲρ τοῦ βοηθήµατος εἰπεῖν. καὶ τοίνυν ἤδη µοι καιρὸς ἄρξασθαι τοῦ λόγου.