4. Τῆς οὖν ἰατρικῆς τέχνης ἔργον ἐχούσης ἁπάσας τῶν µορίων τοῦ σώµατος τὰς κατὰ φύσιν ἐνεργείας ἀνασώζειν µὲν ὁπότε διαφθείροιτο, φυλάττειν δ’ ὁπότε σώζοιντο, τούτων δ’ ἑποµένων τῇ φυσικῇ κατασκευῇ, ταύτην ἀναγκαῖον ἐστι φυλάττειν τε παροῦσαν, ἀνακτᾶσθαι δὲ διαφθειροµένην. ἐπεὶ τοίνυν ἐδείχθησαν ὑπὸ τῶν ὁµοιοµερῶν σωµάτων αἱ πρῶται τῶν ἐνεργειῶν ἐπιτελούµεναι, διὰ δὲ τῶν ὀργανικῶν αἱ δεύτεραι, ἐπισκεπτέον ἔστω σοι τὰ κατὰ τὸ σῶµα περιεχόµενα τῶν ὑγρῶν ἥντινα τὴν ὠφέλειαν ἢ τὴν βλάβην ἐργάζεται τοῖς µορίοις αὐτοῦ. δεδειγµένου τοίνυν ἐν τῷ περὶ πλήθους βιβλίῳ διττῶς γίνεσθαί τε καὶ λέγεσθαι τὸ πολὺ, κατὰ µὲν τὸ ἕτερον τῶν σηµαινοµένων ὡς πρὸς τὴν δύναµιν, κατὰ δὲ θάτερον ὡς πρὸς τὴν εὐρυχωρίαν τῶν περιεχόντων τοὺς χυµοὺς ἀγγείων, ὅπερ ὀνοµάζουσιν ἔνιοι κατὰ τὸ ἔγχυµα, κενώσεως δέ ἐστιν ἑκατέρῳ χρεία, κᾂν ἐπὶ νοσοῦντος ἀνθρώπου κᾂν ἐπὶ ὑγιαίνοντος ἐπιγίγνηται. καθάπερ γε καὶ ὁ τὸ φορτίον βαστάζων οὐκ εὐθὺς ἅµα τῷ βαρύνεσθαί τε καὶ κάµνειν ἤδη καταπέπτωκέ τε καὶ νενίκηται πρὸς αὐτοῦ, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡ δύναµις ὑπὸ πλήθους βαρύνηται, δυνατόν ἐστι µηδέπω νοσεῖν τὸν ἄνθρωπον. εἰ γοῦν ἔνιοι τῶν ἔτι τὰς συνήθεις πράξεις πραττόντων λέγουσιν ὡς αἰσθάνονται βαρέων ἑαυτῶν καὶ νοθρῶν καὶ ὀκνηρῶν καὶ δυσκινήτων, αὐτὸ τοῦτό ἐστι τὸ πλῆθος τὸ πρὸς τὴν δύναµιν, ὥσπερ καὶ ὅταν ἀπὸ γυµνασίων τετάσθαι δοκῶσιν, ὥσπερ ᾿Ερασίστρατος ἔφη, παραπίπρανται βραχίονές τε καὶ πήχεις, οὐ µικρὸν γνώρισµά ἐστι θατέρου πλήθους, ὃ κατὰ τὸ ἔγχυµα καλεῖσθαι πρὸς τινῶν εἶπον, ἐπειδὴ κατὰ τοὺς ἐγκεχυµένους τοῖς ἀγγείοις χυµοὺς συνίσταται καὶ νοεῖται. λέλεκται δ’ ἐν τοῖς ὑγιεινοῖς ἑλκώδους αἰσθήσεως ἐν ὅλῳ τῷ σώµατι γιγνοµένης, καὶ µάλιστα κατὰ τὰς κινήσεις, κακοχυµίας ἔγγονον εἶναι τὴν τοιαύτην διάθεσιν. ἀλλ’ ὅµως καὶ τοῦτο φαίνεται γιγνόµενον οὐκ ὀλίγοις τῶν πραττόντων ἔτι τὰς συνήθεις πράξεις. καὶ κατὰ µόρια δέ τινα τοῦ σώµατος οὐχ ὅλον ἐνίοτε τὸν ὄγκον ἐπιφαίνεται τὰ σηµεῖα τῶν ἐν ἐκείνοις τοῖς µορίοις ὁµοίων διαθέσεων, ὁποῖαι τοίνυν εἴρηνται καθ’ ὅλον τὸ σῶµα συνίστασθαι. κεφαλῆς γοῦν µόνης αἰσθανόµεθα ποτὲ βαρυνοµένης ἢ ἑλκώδη τινὰ αἴσθησιν ἐχούσης, ἢ τῶν κροταφιτῶν µυῶν τεινοµένων ἤτοι γ’ ἁπλῶς ἢ µετὰ θερµασίας πλείονος. οὕτω δὲ καὶ καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ γαστέρα καὶ πλευρὰς καὶ διάφραγµα βάρους αἰσθανόµεθα πολλάκις. ὡσαύτως δὲ καὶ κατὰ τὸ στόµα τῆς γαστρὸς ἤτοι βάρους, ἢ δήξεως, ἢ ναυτίας, ἢ ἀποστροφῆς σιτίων, ἢ ὀρέξεως παραλόγου γίνεταί ποτ’ αἴσθησις, πρὸς τούτοις καὶ ὀδύναι καθ’ ὁτιοῦν ἐρείδουσαι µόριον, ἢ διὰ χυµῶν πλῆθος ἀθρόως ἐπενεχθὲν ἢ διὰ πνεῦµα φυσῶδες ἐνδείκνυται κένωσιν, ὥσπέρ γε καὶ διὰ χυµὸν δριµὺν ἐσθίοντά τε καὶ διαβιβρώσκοντα τὸ µόριον. ἔνιαι δὲ κατὰ δυσκρασίαν γίνονται. καὶ τούτων αὐτῶν τινὲς µὲν ψιλὴν ἄνευ χυµῶν, ἔνιαι δὲ µετὰ χυµῶν. ἐφ’ ἁπάντων µὲν οὖν τῶν εἰρηµένων αἱ κενώσεις τῶν λυπούντων χυµῶν καὶ ἀτµῶν ἀπαλλάττουσι τῶν παθηµάτων τὸν ἄνθρωπον, οὐ µὴν φλεβοτοµίας δεόµεθά γε πάντως, ἀλλ’ ἀρκεῖ καὶ καθῆραι καὶ τρῖψαι καὶ λοῦσαι καὶ χρῖσαι τινὶ δια-φορητικῷ φαρµάκῳ. τίνες οὖν εἰσὶν αἱ διὰ φλεβοτοµίας ὠφελούµεναι διαθέσεις ἐφεξῆς λεγέσθωσαν.
Светлый фон