Светлый фон

5. Οὐ µόνον ἡ τροφὴ τοῖς τοῦ ζώου µέρεσιν ἐξ αἵµατός ἐστιν, ἀλλὰ καὶ ἡ κατὰ φύσιν θερµασία τὴν διαµονὴν ἐξ αἵµατος ἔχει, καθάπερ ἐκ τῶν ἐπιτηδείων καίεσθαι ξύλων τὸ κατὰ τῆς ἑστίας πῦρ, ὑφ’ οὗ καὶ τοὺς οἴκους ὁρῶµεν ὅλους θερµαινοµένους. ὥσπερ οὖν τὸ πῦρ τοῦτο βλάπτεται ποτὲ µὲν ἀθρόως ξύλων ἐπιβληθέντων αὐτῷ, ποτὲ δ’ εἰ καὶ µὴ πολλῶν, ἀλλ’ ὑγρῶν ἱκανῶς, ἐνίοτε δ’ οὐδ’ ὅλως ἐπιτιθεµένων ἢ παντάπασιν ὀλίγων, οὕτω καὶ ἡ κατὰ τὴν καρδίαν θερµότης ποτὲ µὲν ἐλάττων ἑαυτῆς διά τε πλῆθος αἵµατος ἢ ἔνδειαν πολλὴν ἢ ποιότητα ψυχρὰν ἀποτελεῖται, ποτὲ δὲ πλείων ἤτοι διὰ ποιότητα θερµὴν αἵµατος ἢ δι’ ἔνδειαν ὀλίγην. ὅ τι δ’ ἂν ἡ καρδία πάθοι κατὰ ψύξιν ἢ θερµότητα, τούτου καὶ τἄλλα µέρη τοῦ σώµατος εὐθέως µεταλαµβάνει. γίγνεται δὲ καὶ καθ’ ἕν τι µέρος ἐνίοτε παρὰ φύσιν ἤτοι θερµότης ἢ ψυχρότης, ὡς δέδεικται πολλάκις ἐν ἑτέροις ὑποµνήµασι. καὶ γενέσεις δὲ τούτων ἐν διττῷ τρόπῳ, ποτὲ µὲν ἐπὶ χυµοῖς θερµοῖς ἢ ψυχροῖς, ἐνίο-τε δὲ καὶ κατὰ δυσκρασίαν µόνην. ἀλλ’ αἱ µερικαὶ θερµότητες καὶ ψύξεις, ὅσαι µὲν ἐγγύς εἰσι τῷ πεπονθότι µορίῳ συµµεταβάλλουσιν, εἰς ὅλον δ’ οὐκ ἐκτείνονται τὸ σῶµα πρὶν τὴν καρδίαν ἀλλοιῶσαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπεδείχθη καὶ τὸ σῶµα τῆς καρδίας ἀλλοιούµενον διττῶς, ἤτοι κατὰ δυσκρασίαν ἢ διὰ χυµοὺς θερµοὺς ἢ ψυχροὺς ἢ δι’ ἔνδειαν τινὸς αὐτῶν. οἱ χυµοὶ δὲ ἐδείχθησαν θερµοὶ καὶ ψυχροὶ γινόµενοι διά τε τὸ ποσὸν τῶν ἐσθιοµένων τε καὶ πινοµένων καὶ δι’ ἡσυχίας τε καὶ κινήσεις σώµατός τε καὶ ψυχῆς πλείους. ὥσπερ δὲ ἐν τῇ γαστρὶ πολλάκις αἱ πέψεις γίνονται µοχθηραὶ, φλεγµατωδεστέρων ἢ χολωδεστέρων ἀποτελουµένων τῶν ληφθέντων, ἢ τινὰ παρὰ φύσιν ἑτέραν διαφθορὰν ἰσχόντων ἢ ὠµῶν καὶ ἀµεταβλήτων ἄχρι πλείστου µενόντων καὶ πνευµατουµένων, οὕτω καὶ κατὰ τὴν τοῦ αἵµατος γένεσιν ἀποτυγχανοµένων. ἀνάλογον ταῖς ἐπὶ τῆς γαστρὸς ἀποτυχίαις τῆς πέψεως, ἔσονται κατ’ αὐτὰς τὰς ἀρτηρίας καὶ τὰς φλέβας κατὰ τοὺς χυµοὺς διαθέσεις. ἐπεὶ δὲ πάντα τὰ θερµὰ καὶ ὑγρὰ φαίνεται τάχιστα σηπόµενα, καὶ µάλισθ’ ὅταν ἐν θερµοῖς ᾖ χωρίοις, ἀναγκαῖον ἔσται καὶ τὴν ἐκ τῆς κοιλίας ἀναδιδοµένην τροφὴν, ὅταν µὴ κρατῆται καὶ µεταβάλληται πρὸς τῆς φύσεως εἰς γένεσιν αἵµατος χρηστοῦ, σηπεδόνας ἴσχειν ἄλλοτε ἀλλοίας. ἐπεὶ δὲ τοῖς ἐξ ὕλης θερµοῦ σηποµένοις συµβαίνει γίνεσθαι θερµοτέροις, διὰ τοῦτο θερµότερον ἔσται τὸ σηπόµενον αἷµα. τούτου δὲ θερµοτέρου γιγνοµένου καὶ τὸ µόριον ἐν ᾧ σήπεται θερµότερον αἰσθητῶς ἔσται. ἐπεὶ δ’ ὑπὸ τῶν αἰσθητῶς θερµῶν τὰ πλησιάζοντα συνθερµαίνεται, συνθερµανθήσεται τοῖς οὕτω διακειµένοις µορίοις τὰ πέριξ ἅπαντα, δακνώδει καὶ δριµείᾳ δηλονότι θερµασίᾳ, τοιαύτη γὰρ ἡ ἐκ σηπεδόνος. ἐὰν οὖν ἀξιόλογόν τε τὸ µόριον ᾖ τὸ οὕτως θερµανθὲν, ἐκτείνειν τε τὴν ἑαυτοῦ θερµασίαν ἐπὶ τὴν καρδίαν ἱκανὸν, ἤτοι γε ὅτι πλησίον αὐτῆς ἐστὶν, ἢ ὅτι κύριον, ἢ ὅτι θερµὸν, συνεκπυρώσει κᾀκείνην, ἅτε φύσει θερµοτάτην οὖσαν. εἰ δὲ ἅπαξ αὐτὴ πυρωθείη, ῥᾳδίως ἤδη τὸ πᾶν αὐτῆς σῶµα συνεκθερµανθήσε-ται, καθάπερ τινὸς ἑστίας φλόγα πολλὴν ἐχούσης ὁ περιέχων αὐτὴν οἶκος. ὀνοµάζουσι δὲ τὸ τοιοῦτον πάθηµα τοῦ σώµατος οἱ ῞Ελληνες πυρετόν. ἐνίοτε δὲ πρὶν ἄρχεσθαι σήπεσθαι τὸ πλῆθος τοῦ αἵµατος, ἐπί τι µόριον ἀθρόως ἀφικόµενον ἤτοι τελέως ἐνέκρωσεν, ὥστε διαφθεῖραι τὴν ἐνέργειαν, ἢ βλάβην ἀξιόλογον ἐνεγκεῖν. αἱ γοῦν ἀποπληξίαι κατὰ τοῦτον γίνονται τὸν τρόπον, ἐπὶ τὴν ἀρχὴν τοῦ ζώου ῥυέντος ἀθρόως αἵµατος πολλοῦ. ὡς ὅταν γ’ εἰς ἄλλο τι κατασκήψη µόριον, ὄγκον ἐν τούτῳ παρὰ φύσιν ἐργάζεται. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ φλεγµονή. ὅταν δὲ παχύτερόν τε καὶ µελαγχολικώτερον ᾖ τὸ κατασκῆψαν αἷµα, σκιῤῥώδης ὁ ὄγκος γίνεται, καθάπερ γε καὶ χαῦνος, ὅταν ᾖ φλεγµατικώτερον τὸ ῥεῦµα· χολώδους δὲ ὄντος ἐρυσίπελας ἀποτελεῖται. διωρισµένα δ’ ἀκριβῶς ἔχεις ἅπαντα ταῦτα κατὰ τὰς προειρηµένας ἄρτι πραγµατείας, ἀλλὰ νῦν γ’, ὡς ἔφην, ὑποθέσεις τῷ παρόντι λόγῳ τὰ δεδειγµένα ποιούµενος ἀκολούθως αὐτοῖς τὸν περὶ τῆς φλεβοτοµίας ἐπιδείκνυµι λόγον. ὄντος οὖν πλήθους διττοῦ, κάλλιστον γὰρ ἐντεῦθεν ἄρξασθαι, καὶ τοῦ µὲν ὡς πρὸς τὴν δύναµιν εἰς σηπεδόνα τε ῥᾳδίως ἀφικνουµένου καὶ µέντοι καὶ κατασκήπτοντος ἐνίοτε εἰς µόριά τινα, κᾀν τούτοις ἐργαζοµένου τοὺς παρὰ φύσιν ὄγκους, ἑτέρου δὲ τοῦ κατὰ τὸ καλούµενον ἔγχυµα, κατασκήπτοντος µὲν καὶ τούτου πολλάκις εἰς µόρια καὶ γεννῶντος ὄγκους, ἀλλὰ καὶ τὰς ἀποπληξίας καὶ τὰς ῥήξεις τῶν φλεβῶν ἐργαζοµένου, πειρᾶσθαι χρὴ κενοῦν αὐτὸ διὰ ταχέων, πρὶν ἄρξασθαί τι µέγα κακὸν ἐργάσασθαι περὶ τὸν ἄνθρωπον. εἴρηται δ’ ἐπὶ πλέον ὅπως τε χρὴ διαγινώσκειν ἄµφω τὰ πάθη καὶ ὅπως ἰᾶσθαι, κατὰ τὴν τῶν ὑγιεινῶν πραγµατείαν, ὥσπερ γε κἀπειδὰν ἤτοι πυρετὸς ἢ αἵµατος ἀναγωγὴ γένηται διὰ πλῆθος, ἤτοι τῶν ἀποπληκτικῶν ἀῤῥωστηµάτων, ὅπως χρὴ καὶ τοῦτο θεραπεύειν ἐν τοῖς τῆς θεραπευτικῆς µεθόδου γράµµασιν εἴρηται, διὸ καὶ περιττὴν ἡγοῦµαι τήνδε τὴν συγγραφήν. εἰ µὲν γὰρ ὡσαύτως καὶ ἐν ἐκείναις ταῖς πραγµατείαις ἔγραψα, κἀνταῦθα γράφοιµι, δὶς περὶ τῶν αὐτῶν ἀνα-γκασθήσοµαι διέρχεσθαι, καὶ διὰ ταῦτα µακρὸν ἀποτείνειν τὸν λόγον. εἰ δὲ ἐπὶ τὸ συντοµώτερον ἄγοιµι τὸν λόγον τόνδε, κινδυνεύσω παθεῖν δυοῖν θάτερον, ἢ ἀσαφῶς τι διὰ τὴν βραχυλογίαν εἰπεῖν, ἢ διορισµόν τινα τῶν χρησίµων παραλιπεῖν. ἀλλ’ ἐπεὶ µὴ κατὰ τὴν ἐµαυτοῦ προαίρεσιν ἧκον ἐπὶ τὸν λόγον τοῦτον, εἴ τι γίγνοιτο τῶν εἰρηµένων τούτων ἐν αὐτῷ σφάλµα, τὴν αἰτίαν οἱ ἀξιώσαντες ἕξουσιν, ὥσπερ γε καὶ εἰ κατορθωθείη καὶ φανείη χρήσιµος, ἀποστήσοµαι τῶν ἐπαίνων ἐκείνοις.