Светлый фон

3. Τὸ µὲν τῆς διαθέσεως ὄνοµα, καθότι καὶ δι’ ἄλλων ἡµῖν εἴρηται, παρὰ τὸ διακεῖσθαι γεγονὸς, ὁµοίως ἐκείνῳ κατὰ πολλῶν λέγεται πραγµάτων. ἀλλὰ νῦν γε τὰς εἰς τὸ περὶ φύσιν ἐκτροπὰς ὁποῖαι τινὲς ἂν ὦσι, διαθέσεις ὀνοµάζοµεν ἐν ἅπαντι τῷ λόγῳ. ζητήσοµεν δὲ πρότερον ὁπόσαι καὶ ὁποῖαι τούτων εἰσὶν αἱ κενώσεως δεόµεναι, δεύτερον δὲ τίνες ἐξ αὐτῶν αἱ φλεβοτοµίας. ἐπεὶ δὲ τὰ ζητούµενα πάντα δύο τῆς εὑρέσεως ὄργα-να κέκτηται, λόγον καὶ πεῖραν ἐν ἁπάσαις ταῖς τέχναις, οὐχ ἥκιστά τε καθ’ ὅλον τὸν βίον, ἀναγκαῖον οἶµαι καὶ νῦν ἤτοι διὰ τοῦ λόγου µόνου γενέσθαι τῶν προκειµένων τὴν εὕρεσιν ἢ διὰ πείρας µόνης ἢ δι’ ἀµφοτέρων. ἐπεὶ δὲ καὶ ὁ λόγος αὐτὸς ὁ µὲν ἐκ τῶν κοινῶν ἐννοιῶν µόνων ἀρχόµενος εὑρίσκεται καὶ ἀποδείκνυσιν, ὁ δὲ καὶ τοῖς ἐκ τούτων εὑρηµένοις χρῆται πρὸς ἀπόδειξιν, ἑκατέρων τε τῷ λόγῳ ἐδείχθησαν ἡµῖν αἱ τέχναι πᾶσαι χρώµεναι, καὶ ἡµεῖς νῦν ὁπότερος ἂν αὐτῶν εὑρίσκηται χρήσιµος, ἐκεῖνον προσχειριούµεθα. τῷ µὲν οὖν προτέρῳ τῶν λόγων ἅπαντεςἄνθρωποι χρῶνται καθ’ ὅλον τὸν βίον, τῷ δευτέρῳ δ’ οὐχ ἅπαντες· ἴδιος γάρ ἐστι τῶν τεχνιτῶν. ὁ γάρ τοι γεωµέτρης τὸ µὲν πρῶτον θεώρηµα τῆς αὐτοῦ τέχνης διὰ τοῦ προτέρου λόγου µόνου δείκνυσιν, εἶτα τῷ δευτέρῳ µόνῳ χρῆται, προσλαµβάνει δὲ εἰς τὴν ἀπόδειξιν αὐτῆς καὶ τὸ ἐκ τοῦ πρώτου κατασκευασθέν. ὅσῳ δ’ ἂν ἐπὶ πλέον ἀφίστηται τοῦ πρώτου θεωρήµατος, ἐπὶ τοσοῦτον ἀφίσταται καὶ τοῦ προτέρου λόγου καὶ τελευτῶν ἐλαχίστοις χρῆται, διὰ τῶν ἀποδεδειγµένων ἀποδεικνὺς ἕτερα καὶ δι’ ἐκείνων αὖθις ἄλλα. καὶ εἶτ’ ἂν αὖθις ἄλλα δι’ ἐκείνων, ὥστε ἔρχεσθαί ποτε τὴν δεῖξιν αὐτῶν ἄχρι τῶν τοῖς ἰδιώταις ἀπίστων, ἡλίου καὶ σελήνης καὶ γῆς, οὐ µόνον τῶν µεγεθῶν, ἀλλὰ καὶ τῶν διαστηµάτων τῆς γνώσεως, ἐξ ὧν εὑρεθέντων ὡρολόγιά τε κατασκευάζουσι καὶ κλεψύδρας οἱ τὴν ὁδὸν ταύτην βαδίσαντες, ἐκλείψεις τε προλέγουσιν ἡλίου καὶ σελήνης. οὕτως οὖν καὶ ἡµῖν ὁ τεχνικὸς λόγος ἀποδεδειγµένος ἐν ἑτέραις πραγµατείαις χρήσεται πολλοῖς, ἐνίοις µὲν ὡς δυνάµεις τινές εἰσι διοικοῦσαι τὰ ζῶα πλείους, ὧν τὰς µὲν φυσικὰς, τὰς δὲ ψυχικὰς ὀνοµάζοµεν. αἱδ’ ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσι τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι’ ὅλων ἀλλήλων καὶ δρᾷν εἰς ἄλληλα. διὰ τοῦτο οὐδὲ ᾿Ασκληπιάδου µνηµονεύσοµεν ἔτι κατὰ τόνδε τὸν λόγον ἀποδεδεικότες αὐτοῦ τὰ στοιχεῖα ψευδῆ, κατά γε τὸ τρισκαιδέκατον ὑπόµνηµα τῶν περὶ τῆς ἀποδείξεως καὶ κατὰ τὴν τῶν ᾿Ασκληπιάδου δογµάτων πραγµατείαν, ἐν ᾗ τὸ πέµπτον τε καὶ ἕκτον ἔλεγχον ἔχει τῶν στοιχείων αὐτοῦ. δέδεικται δὲ κᾀν τῷ περὶ τῶν ῾Ιπποκράτους στοιχείων ὑποµνήµατι περί τε τῶν δραστικῶν ποιοτήτων, ὧν ὀνόµατα θερµότης, ψυχρότης, ξηρότης, ὑγρότης, ἥ τε τῶν χυµῶν διαφορά τε καὶ γένεσις. εἴρηται δὲ καὶ περὶ τῶν καθαιρόντων φαρµάκων ἕκαστον τῶν χυµῶν ὀλίγα µέν τινα κᾀν τῷ περὶ τῶν στοιχείων συγγράµµατι, καὶ κατὰ µόνας δ’ ἐν ἑτέρῳ βιβλίῳ καὶ ἡ περὶ κράσεων δὲ πραγµατεία τῇ περὶ τῶν στοιχείων ἑποµένη χρησίµη πρὸς τὸν ἐνεστῶτα λόγον. ἁπάντων δὲ µάλιστα τὸ περὶ πλήθους βιβλίον, ἐν ᾧ δέδεικται τὸ µὲν ὡς πρὸς δύναµιν πλῆθος, τὸ δ’ ὡς πρὸς τὴν εὐρυχωρίαν, ἐν ᾗ περιέχεται ὑπὸ τῶν ἰατρῶν τὸ πλῆθος τοῦτο κατὰ τὸ ἔγχυµα. κάλλιστον οὖν ἐστὶ τοῖς µέλλουσι ἐξετάζειν ἐπιστηµονικῶς τὰ κατὰ τήνδε τὴν πραγµατείαν εἰρηµένα τὸ περὶ πλήθους ἀνεγνωκέναι βιβλίον. ὅσων δ’ αὖ πάλιν ἐκεῖνο δεῖται προανεγνωσµένων αὐτὸ δηλώσει. θαυµαζέτω δὲ µηδεὶς εἰ τοσούτων δεόµεθα πρὸς τὸ καλῶς ἐπισκέψασθαι περὶ φλεβοτοµίας. οὐ γὰρ εἰς τούτου µόνου τοῦ βοηθήµατος εὕρεσιν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων ἁπάντων ἀναγκαία τῶν εἰρηµένων ἐστὶν ἡ γνῶσις. ὡς εἴ γε χωρὶς τῆς ἐκείνων ἐπιστήµης ἐνεχώρει θεραπεύειν ὀρθῶς, οὐκ ἂν ἐσπουδάσαµεν αὐτά. ταυτὶ µὲν οὖν ἀναγκαῖα ἦν προειπεῖν. αὐτοῦ δ’ ἤδη καιρὸς ἄρξασθαι τοῦ λόγου σκοπουµένοις ὁπόσαι διαθέσεις εἰσὶν αἱ δεόµεναι κενώσεως. ἐὰν µὲν οὖν ἐκ πείρας τις αὐτὰς ἠθροικὼς διέρχηται, µνήµης χρεία µόνης ἐστὶ πρὸς τὴν δήλωσιν· ἐὰν δ’ ἐκ λογικῆς ὁδοῦ, τὸ κοινὸν καὶ καθόλου ἀναγκαῖόν ἐστιν εὑρεῖν, ἔπειτ’ ἐκ τῆς ἐκείνου τοµῆς εἰς εἴδη τε καὶ διαφορὰς ἄχρι τῶν ἐσχάτων εἰδῶν εὑρίσκειν τὸν ἀριθµὸν τῶν ἐνδεικνυµένων τὴν κένωσιν διαθέσεων. οὕτω γὰρ δείξοµεν ἅπαντα συνιστάµενα τὰ διὰ λογικῆς ὁδοῦ τὴν εὕρεσιν ἔχοντα.