Светлый фон

4.5.23. εἰ γὰρ δὴ μὴ μάτην ἐγκείσεται τὸ τῆς μανίας ὄνομα τῷ τοῦ ἀρρωστήματος προσρήματι, μανία δ’ ὑπὸ τῆς ἀλόγου κατὰ τὸ σῶμα γίνεται δυνάμεως, οὐδὲν ἧττον τῶν ἀρρωστημάτων λογικόν.

4.5.24. ἀλλὰ νὴ Δί’ ἴσως ἄν τις φήσειε τὸ μανιῶδες οὐ διὰ τὴν ἄλογον γίνεσθαι δύναμιν, ἀλλὰ διὰ τὸ ἐπὶ πλέον ἢ προσῆκεν ἐξῆχθαι τήν τε κρίσιν καὶ τὴν δόξαν, ὡς εἰ καὶ οὕτως ἔλεγεν, ἀρρωστήματα γίνεσθαι κατὰ τὴν ψυχὴν οὐχ ἁπλῶς τῷ ψευδῶς ὑπειληφέναι περί τινων ὡς ἀγαθῶν ἢ κακῶν, ἀλλὰ τῷ μέγιστα νομίζειν αὐτά·

4.5.25. μηδέπω γὰρ ἀρρώστημα τὴν περὶ τῶν χρημάτων εἶναι δόξαν ὡς ἀγαθῶν, ἀλλ’ ἐπειδάν τις αὐτὰ μέγιστον ἀγαθὸν εἶναι νομίζῃ καὶ μηδὲ ζῆν ἄξιον ὑπολαμβάνῃ τῷ στερηθέντι χρημάτων· ἐν τούτῳ γὰρ συνίστασθαι τήν τε φιλοχρηματίαν καὶ τὴν φιλαργυρίαν ἀρρωστήματα οὔσας.

4.5.26. ἀλλὰ τῷ ταῦτα φάσκοντι Ποσειδώνιος ἀντιλέγων ὧδέ πώς φησι· “τοιούτων δ’ ὑπὸ τοῦ Χρυσίππου λεγομένων διαπορήσειεν ἄν τις πρῶτον μὲν πῶς οἱ σοφοὶ μέγιστα καὶ ἀνυπέρβλητα νομίζοντες εἶναι ἀγαθὰ τὰ καλὰ πάντα οὐκ ἐμπαθῶς κινοῦνται ὑπ’ αὐτῶν ἐπιθυμοῦντές τε ὧν ὀρέγονται καὶ περιχαρεῖς γινόμενοι ἐπὶ τοῖς αὐτοῖς ὅταν τύχωσιν αὐτῶν.

4.5.27. εἰ γὰρ τὸ μέγεθος τῶν φαινομένων ἀγαθῶν ἢ κακῶν κινεῖ τὸ νομίζειν καθῆκον καὶ κατ’ ἀξίαν εἶναι παρόντων αὐτῶν ἢ παραγινομένων <ἐμπαθῶς κινεῖσθαι> καὶ μηδένα λόγον προσίεσθαι περὶ τοῦ ἄλλως δεῖν ὑπ’ αὐτῶν κινεῖσθαι, τοὺς ἀνυπέρβλητα νομίζοντας εἶναι τὰ περὶ αὑτοὺς τοῦτ’ ἔδει πάσχειν, ὅπερ οὐχ ὁρᾶται γινόμενον.

4.5.28. ὁμοίως δὲ καὶ εἰς τοὺς προκόπτοντας καὶ μεγάλας βλάβας ὑπὸ τῆς κακίας ὑπολαμβάνοντας παρεῖναι· ἔδει δὲ καὶ ὑποφέρεσθαι φόβοις καὶ λύπαις περιπίπτειν μὴ μετρίαις, ὅπερ οὐδ’ αὐτὸ συμβαίνει.”

4.5.29. τούτοις δ’ ἐφεξῆς ὁ Ποσειδώνιος καὶ τάδε γράφει· “εἴ τε πρὸς τῷ μεγέθει τῶν φαινομένων καὶ τὴν ἀσθένειαν τῆς ψυχῆς αἰτιάσοιντο καὶ διὰ τοῦτο τοὺς μὲν σοφοὺς τὸ παράπαν ἐροῦσιν ἀπηλλάχθαι τῶν παθῶν, τοὺς δὲ φαύλους, ὅταν ἀσθενεῖς ὦσι μὴ κατὰ τὴν κοινὴν ἀσθένειαν ἀλλὰ κατὰ τὴν ἐπὶ πλεῖον ἐρρυηκυῖαν, <οὔ>, οὐδ’ οὕτως λέλυται τὸ ζητούμενον.

4.5.30. ὅτι γὰρ διὰ τὴν νόσον τῆς ψυχῆς ἐν τοῖς πάθεσι γίνονται, πάντες ὁμολογοῦσι· πῶς μέντοι γε κινηθείσης καὶ πῶς κινούσης ζητεῖται μέν, οὐχ ὑποδείκνυται δέ.”

4.5.31. εἶτ’ ἐφεξῆς καὶ τάδε γράφει· “οὐ μόνον δ’ οἱ ἐπὶ πλέον ἐρρυηκυῖαν ἔχοντες τὴν κακίαν καὶ ἐν ταῖς εὐεμπτωσίαις ὄντες ἐμπίπτουσιν εἰς τὰ πάθη ἀλλὰ πάντες οἱ ἄφρονες ἕως ἂν ἔχωσι τὴν κακίαν καὶ εἰς μεγάλα πάθη καὶ εἰς μικρὰ ἐμπίπτουσι.”

4.5.32. καὶ τούτων ἑξῆς τάδε· “τὸ δ’ ὑπολαμβάνειν κατ’ ἀξίαν [εἶναι] τῶν συμβεβηκότων οὕτως κεκινῆσθαι, ὥστε ἀποστρέφεσθαι τὸν λόγον μέγα πάθος ἐμφαίνει, οὐ καλῶς ὑπολαμβάνειν ἐστί· γίνεται δὲ καὶ διὰ σύμμετρον καὶ μικρόν.”