4.5.12. ὡς γὰρ ἐπὶ τῶν εἰς τὸ κάταντες θεόντων ἅμα τῇ βουλήσει τὸ βάρος τοῦ σώματος αἴτιον ὑπάρχει τῆς κινήσεως, οὕτως ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ὅ τί ποτ’ ἄλλο τῇ λογικῇ δυνάμει προσιὸν αἴτιον γίνεται τῆς ἀμέτρου καὶ ὡς αὐτὸς εἴωθεν ὀνομάζειν ἐκφόρου κινήσεως, ἐχρῆν αὐτὸν διελθεῖν.
4.5.13. ἡ δ’ οὖν ῥῆσις ἡ κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον ὧδ’ ἔχει· “οἰκείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται εἶναι τὸ πάθος, ὡς ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων πλεονάζουσαν κίνησιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου κατὰ τὴν τοῦ λόγου ἀποστροφήν, καὶ τὸ ἄνευ τοῦ πλεονασμοῦ τούτου σωστικόν.
4.5.14. ὑπερβαίνουσα γὰρ τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείως τ’ ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι καὶ εἶναι ἄλογος, ὡς ὑπογράφομεν.”
4.5.15. “ὑπερβαίνουσα” φησί “τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη” τὴν κατὰ τὸ πάθος ἔκφορον ἀπεργάζεται κίνησιν. οὔκουν ὁ λόγος αἴτιος ὦ Χρύσιππε τῆς ἐκφόρου τε καὶ ἀμέτρου κινήσεως.
4.5.16. αὐτὸς γὰρ ὁμολογεῖς αὐτὴν γίνεσθαι παρὰ τὸν λόγον· οὐκ ἐγχωρεῖ δ’ ἅμα τε παρὰ τὸν λόγον γίνεσθαί τι καὶ ὑπὸ τοῦ λόγου· πάντως δ’ ὑπό τινος αἰτίας· οὐκ ἔστι δ’ ἐκείνη λογική· ἄλογος ἄρα τις ἡ τὸ πάθος ἐργαζομένη δύναμις.
4.5.17. καὶ “τάδ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμε<σ>θα,” καίτοι γ’ ἐνὸν ἡμῖν λέγειν, ὦ γενναιότατε Χρύσιππε, δυοῖν θάτερον, ἢ ὡς οὐδὲν διαφέρει πάθος ἁμαρτήματος ἢ ὡς ἐπιγίνεται τοῖς ἁμαρτήμασι τὰ πάθη· τούτων γὰρ ὁποτερονοῦν εἰπόντες οὐκ ἂν ἠναγκαζόμεθα τὴν αἰτίαν ἀποκρίνεσθαι τῆς παρὰ τὸν λόγον ἀμέτρου κινήσεως.
4.5.18. ἀλλὰ τούτων μὲν οὐδέτερον ὑπέμεινας εἰπεῖν αἰδούμενος ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις, αὐτὸς δὲ πρὸς αὑτὸν ἐναντιολογούμενος οὐκ αἰσθάνῃ παρὰ τὸν λόγον γίνεσθαι φάσκων τινὰς κινήσεις καὶ ἀπεστράφθαι τὸν λόγον καὶ ἀφηνιάζειν αὐτὸν κἄπειτα μικρὸν ὕστερον τὰς αὐτὰς ταύτας ὑπὸ λογικῆς γίνεσθαι δυνάμεως φάσκων.
4.5.19. ἡ δ’ αὐτὴ μάχη κἀν [ἐν] τῷ κρίσεις τε φάσκειν εἶναι τὰ πάθη τῆς ψυχῆς καὶ χωρὶς κρίσεως γίνεσθαι.
4.5.20. τὴν μὲν οὖν ἐκ τοῦ πρώτου περὶ παθῶν ῥῆσιν, ἔνθα φησὶ χωρὶς κρίσεως γίνεσθαι τὰ πάθη, παρεθέμην ἔμπροσθεν. ὅτι δὲ καὶ κατὰ τὸ θεραπευτικὸν αὐτοῦ βιβλίον, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφεται, τῆς αὐτῆς δόξης ἔχεται, μαθεῖν ἔνεστιν ἐκ τῆσδε τῆς ῥήσεως·
4.5.21. “οὐ γὰρ ἐν τῷ κρίνειν ἀγαθὰ ἕκαστα τούτων λέγεται ἀρρωστήματα ταῦτα, ἀλλὰ καὶ κατὰ τὸ ἐπὶ πλέον ἐκπεπτωκέναι πρὸς ταῦτα τοῦ κατὰ φύσιν.”
4.5.22. ἴσως δ’ ἄν τινος “ἐν τῇδε τῇ ῥήσει” λέγοντος “οὐκ ἀπεστέρηκε μὲν τοῦ κρίσιν εἶναι τὸ ἀρρώστημα, οὐ μὴν ἐν αὐτῇ γε μόνῃ τῇ ψευδεῖ κρίσει τὴν γένεσιν αὐτοῦ τίθεται, ἀλλὰ προσέρχεσθαί φησι τὸ ἐπὶ πλέον,” ἐκ τῶν ἐπιφερομένων ἡ γνώμη τοῦ Χρυσίππου καταφανήσεται· “ὅθεν οὐκ ἀλόγως γυναικομανεῖς τινες λέγονται καὶ ὀρνιθομανεῖς.”