5.5.23. καὶ κατὰ τὰς χώρας δὲ οὐ σμικρῷ τινι διενηνοχέναι τοῖς ἤθεσι τοὺς ἀνθρώπους εἰς δειλίαν καὶ τόλμαν ἢ τὸ φιλήδονόν τε καὶ φιλόπονον, ὡς τῶν παθητικῶν κινήσεων τῆς ψυχῆς ἑπομένων ἀεὶ τῇ διαθέσει τοῦ σώματος, ἣν ἐκ τῆς κατὰ τὸ περιέχον κράσεως οὐ κατ’ ὀλίγον ἀλλοιοῦσθαι.
5.5.24. καὶ γὰρ δὴ καὶ τὸ αἷμα διαφέρειν ἐν τοῖς ζῴοις φησὶ θερμότητι καὶ ψυχρότητι καὶ πάχει καὶ λεπτότητι καὶ ἄλλαις [φησὶ] διαφοραῖς οὐκ ὀλίγαις, ὑπὲρ ὧν ᾿Αριστοτέλης ἐπὶ πλεῖστον διῆλθεν.
5.5.25. ἡμεῖς δὲ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσομεν αὐτῶν, ἡνίκα ἂν καὶ αὐτὰς τὰς ῾Ιπποκράτους τε καὶ Πλάτωνος ῥήσεις περὶ τούτων παραγράφωμεν.
5.5.26. ἐν δὲ τῷ παρόντι πρὸς τοὺς περὶ τὸν Χρύσιππον ὁ λόγος ἐνέστηκέ μοι μήτ’ ἄλλο τι γιγνώσκοντας τῶν κατὰ τὰ πάθη μήθ’ ὡς αἱ τοῦ σώματος κράσεις οἰκείας ἑαυταῖς ἐργάζονται τὰς παθητικὰς κινήσεις· οὕτως γὰρ ὁ Ποσειδώνιος ὀνομάζειν εἴωθεν.
5.5.27. ᾿Αριστοτέλης δ’ ἄντικρυς ἤθη καλεῖ τῶν ζῴων ἁπάσας τὰς τοιαύτας τῆς ψυχῆς καταστάσεις ἐξηγεῖταί τε καθ’ ὅντινα τρόπον ἐπὶ ταῖς διαφερούσαις κράσεσι συνίσταται.
5.5.28. διόπερ, οἶμαι, καὶ ἡ τῶν παθῶν τῆς ψυχῆς ἴασις ἐπ’ ἐνίων μὲν εὔκολός τε καὶ ῥᾳδία διὰ τὸ μήτε τὰς παθητικὰς κινήσεις αὐτοῖς ἰσχυρὰς ὑπάρχειν μήτε τὸ λογιστικὸν ἀσθενὲς φύσει καὶ ἀσύνετον ἀλλὰ δι’ ἀμαθίαν καὶ μοχθηροὺς ἐθισμοὺς ἐμπαθῶς ἀναγκάζεσθαι ζῆν τοὺς τοιούτους ἀνθρώπους, ἐνίοις δὲ χαλεπὴ καὶ δύσκολος ὅταν κινήσεις αἱ κατὰ πάθος αἱ διὰ τὴν τοῦ σώματος κατασκευὴν ἀναγκαίως γιγνόμεναι μεγάλαι δή τινες οὖσαι τύχωσι καὶ σφοδραὶ τό τε λογιστικὸν ἀσθενὲς καὶ ἀσύνετον φύσει.
5.5.29. χρὴ γὰρ καὶ τοῦτο μὲν ἐπιστήμην λαβεῖν τῶν ἀληθῶν καὶ τὰς κατὰ πάθος δὲ κινήσεις ἀμβλυνθῆναι χρηστοῖς ἐπιτηδεύμασιν ἐθισθείσας εἴ τις μέλλοι βελτίονα τὸ ἦθος ἀποδείξειν τὸν ἄνθρωπον.
5.5.30. οὕτω δὲ καὶ πλάττειν ἐξ ἀρχῆς ἄνθρωπον χρὴ πρὸς τὸ βέλτιστον ἁπάντων μὲν πρῶτον αὐτῶν τῶν σπερμάτων προνοουμένους, οἷς ἐφεξῆς τῆς διαίτης ἣν ἡ κυοῦσα διαιτήσεται κατά τε τὰς τροφὰς καὶ τὰ πόματα καὶ τὰ γυμνάσια καὶ τὰς ἡσυχίας καὶ τοὺς ὕπνους καὶ τὰς ἐγρηγόρσεις ἐπιθυμίας τε καὶ θυμοὺς ὅσα τ’ ἄλλα τοιαῦτα, περὶ ὧν ἁπάντων ὁ μὲν Πλάτων ἀκριβέστατα διῆλθεν.
5.5.31. ὁ δὲ Χρύσιππος οὐ μόνον αὐτὸς οὐδὲν ἱκνούμενον εἶπεν, ἀλλ’ οὐδὲ τῶν ἀπ’ αὐτοῦ τινι κατέλιπεν ἀφορμὴν εὑρέσεως μοχθηρὰν ὑποβαλλόμενος τῷ λόγῳ τὴν κρηπῖδα.
5.5.32. ταῦτά τοι καὶ ὁ Ποσειδώνιος αὐτῷ μέμφεται μετὰ τοῦ καὶ θαυμάζειν ὅσα Πλάτων εἶπεν ὑπὲρ τῆς τῶν παίδων ἔτι τε κυουμένων ἐν τῇ μήτρᾳ διαπλάσεως ἀποκυηθέντων τε τροφῆς καὶ παιδείας, καὶ γέγραφεν οἷον ἐπιτομήν τινα κατὰ τὸ πρῶτον αὐτοῦ περὶ παθῶν σύγγραμμα τῶν ὑπὸ Πλάτωνος εἰρημένων, ὡς χρὴ τρέφεσθαι καὶ παιδεύεσθαι τοὺς παῖδας ὑπὲρ τοῦ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς σύμμετρον ἀποφαίνεσθαι ταῖς κινήσεσι καὶ τοῖς τοῦ λόγου προστάγμασιν εὐπειθές.