5.6.4. “τὸ δὴ τῶν παθῶν αἴτιον, τουτέστι τῆς τε ἀνομολογίας καὶ τοῦ κακοδαίμονος βίου, τὸ μὴ κατὰ πᾶν ἕπεσθαι τῷ ἐν αὑτῷ δαίμονι συγγενεῖ τε ὄντι καὶ τὴν ὁμοίαν φύσιν ἔχοντι τῷ τὸν ὅλον κόσμον διοικοῦντι, τῷ δὲ χείρονι καὶ ζῳώδει ποτὲ συνεκκλίνοντας φέρεσθαι.
5.6.5. οἱ δὲ τοῦτο παριδόντες οὔτε ἐν τούτοις βελτιοῦσι τὴν αἰτίαν τῶν παθῶν οὔτ’ ἐν τοῖς περὶ τῆς εὐδαιμονίας καὶ ὁμολογίας ὀρθοδοξοῦσιν· οὐ γὰρ βλέπουσιν ὅτι πρῶτόν ἐστιν ἐν αὐτῇ τὸ κατὰ μηδὲν ἄγεσθαι ὑπὸ τοῦ ἀλόγου τε καὶ κακοδαίμονος καὶ ἀθέου τῆς ψυχῆς.”
5.6.6. ἐν τούτοις φανερῶς ὁ Ποσειδώνιος ἐδίδαξε πηλίκον ἁμαρτάνουσιν οἱ περὶ τὸν Χρύσιππον οὐ μόνον ἐν τοῖς περὶ τῶν παθῶν λογισμοῖς, ἀλλὰ καὶ περὶ τοῦ τέλους.
5.6.7. οὐ γὰρ ὡς ἐκεῖνοι λέγουσιν ἀλλ’ ὡς ὁ Πλάτων ἐδίδαξε, τὸ τῇ φύσει ζῆν ὁμολογουμένως ἐστίν.
5.6.8. ὄντος γὰρ ἐν ἡμῖν τοῦ μὲν βελτίονος τῆς ψυχῆς μέρους τοῦ δὲ χείρονος, ὁ μὲν τῷ βελτίονι συνεπόμενος ὁμολογουμένως ἂν λέγοιτο τῇ φύσει ζῆν, ὁ δὲ τῷ χείρονι μᾶλλον ἑπόμενος ἀνομολογουμένως· ἔστι δ’ οὗτος μὲν ὁ κατὰ πάθος ζῶν, ἐκεῖνος δὲ ὁ κατὰ λόγον.
5.6.9. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ὁ Ποσειδώνιος ἐναργέστερόν τε καὶ σφοδρότερον καθάπτεται τῶν περὶ τὸν Χρύσιππον ὡς οὐκ ὀρθῶς ἐξηγουμένων τὸ τέλος.
5.6.10. ἔχει δὲ ἡ ῥῆσις ὧδε· “ἃ δὴ παρέντες ἔνιοι τὸ ὁμολογουμένως ζῆν συστέλλουσιν εἰς τὸ πᾶν τὸ ἐνδεχόμενον ποιεῖν ἕνεκα τῶν πρώτων κατὰ φύσιν, ὅμοιον αὐτῷ ποιοῦντες τῷ σκοπὸν ἐκτίθεσθαι τὴν ἡδονὴν ἢ τὴν ἀοχλησίαν ἢ ἄλλο τι τοιοῦτον.
5.6.11. ἔστι δὲ μάχην ἐμφαῖνον κατ’ αὐτὴν τὴν ἐκφοράν, καλὸν δὲ καὶ εὐδαιμονικὸν οὐδέν· παρέπεται γὰρ κατὰ τὸ ἀναγκαῖον τῷ τέλει, τέλος δὲ οὐκ ἔστιν.
5.6.12. ἀλλὰ καὶ τούτου διαληφθέντος ὀρθῶς, ἔξεστι μὲν αὐτῷ χρῆσθαι πρὸς τὸ διακόπτειν τὰς ἀπορίας ἃς οἱ σοφισταὶ προτείνουσι, μὴ μέντοι γε τῷ κατ’ ἐμπειρίαν τῶν κατὰ τὴν ὅλην φύσιν συμβαινόντων ζῆν, ὅπερ ἰσοδυναμεῖ τῷ ὁμολογουμένως εἰπεῖν ζῆν ἡνίκα μὴ τοῦτο μικροπρεπῶς συντείνει[ν] εἰς τὸ τῶν διαφορῶν τυγχάνειν.”
5.6.13. ἤρκει μὲν οὖν ἴσως καὶ τοῦτο πρὸς ἔνδειξιν τῆς ἀτοπίας ὧν ὁ Χρύσιππος εἴρηκε περὶ τοῦ τέλους ἐξηγούμενος ὅπως ἄν τις τυγχάνοι τοῦ ὁμολογουμένως τῇ φύσει ζῆν· ἄμεινον μὴν ἡγοῦμαι καὶ τὰ τούτοις ἑξῆς ὑπὸ τοῦ Ποσειδωνίου γεγραμμένα παραθέσθαι τόνδε τὸν τρόπον ἔχοντα·
5.6.14. “ταύτην τε δὴ τὴν ἀτοπίαν διέλυσεν ἡ αἰτία τῶν παθῶν ὁραθεῖσα καὶ τὰς ἀρχὰς ἔδειξε τῆς ἐν τοῖς ὀρεκτοῖς καὶ φευκτοῖς διαστροφῆς καὶ τοὺς τρόπους τῆς ἀσκήσεως διεῖλε καὶ τὰ διαπορούμενα περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν.”
5.6.15. οὐ σμικρά γε οὐδὲ τὰ τυχόντα φησὶν ἡμᾶς ἀπολαύσειν ἀγαθὰ τῆς αἰτίας τῶν παθῶν εὑρεθείσης. εἰς γὰρ τὸ μαθεῖν ἀκριβῶς οἷόν τι τὸ ὁμολογουμένως τῇ φύσει ζῆν ἐστιν, ἐκ τῆς τῶν παθῶν αἰτίας εὑρεθείσης ὠφελήθημεν.