Светлый фон

5.5.33. “αὕτη γὰρ ἀρίστη παίδων παιδεία[ς], παρασκευὴ τοῦ παθητικοῦ τῆς ψυχῆς, ὡς ἂν ἐπιτηδειοτάτη ᾖ πρὸς τὴν ἀρχὴν τοῦ λογιστικοῦ.”

5.5.34. μικρὸν μὲν γὰρ τὰ πρῶτα καὶ ἀσθενὲς ὑπάρχειν τοῦτο, μέγα δὲ καὶ ἰσχυρὸν ἀποτελεῖσθαι περὶ τὴν τεσσαρεσκαιδεκαέτην ἡλικίαν, ἡνίκα ἤδη κρατεῖν τε καὶ ἄρχειν αὐτῷ προσήκει καθάπερ ἡνιόχῳ τινὶ τοῦ ζεύγους τῶν συμφύτων ἵππων ἐπιθυμίας τε καὶ θυμοῦ μήτ’ ἰσχυρῶν ὑπαρχόντων ἄγαν μήτε ἀσθενῶν μήτ’ ὀκνηρῶν μήτ’ ἐκφόρων μήτε δυσπειθῶν ὅλως ἢ ἀκόσμων ἢ ὑβριστῶν, ἀλλ’ εἰς ἅπαν ἑτοίμων ἕπεσθαί τε καὶ πείθεσθαι τῷ λογισμῷ.

5.5.35. τούτου δ’ αὐτοῦ τὴν παιδείαν γε καὶ τὴν ἀρετὴν ἐπιστήμην εἶναι τῆς τῶν ὄντων φύσεως, ὥσπερ τοῦ ἡνιόχου τῶν ἡνιοχικῶν θεωρημάτων· ἐν γὰρ ταῖς ἀλόγοις τῆς ψυχῆς δυνάμεσιν ἐπιστήμας οὐκ ἐγγίγνεσθαι, καθάπερ οὐδὲ ἐν τοῖς ἵπποις, ἀλλὰ τούτοις μὲν τὴν οἰκείαν ἀρετὴν ἐξ ἐθισμοῦ τινος ἀλόγου παραγίγνεσθαι, τοῖς δ’ ἡνιόχοις ἐκ διδασκαλίας λογικῆς.

5.5.36. ἕπεται δ’ εὐθὺς τοῖσδε καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος, καὶ αὐτὸς ἔχων τὸ σφάλμα διττόν, εἴτε ἐπιστήμας τις ἁπάσας αὐτὰς εἴτε δυνάμεις ὑπολάβοι.

5.5.37. τῶν μὲν γὰρ ἀλόγων τῆς ψυχῆς μερῶν ἀλόγους ἀνάγκη καὶ τὰς ἀρετὰς εἶναι, τοῦ λογιστικοῦ δὲ μόνου λογικήν. ὥστ’ εὐλόγως ἐκείνων μὲν αἱ ἀρεταὶ δυνάμεις εἰσίν, ἐπιστήμη δὲ μόνου τοῦ λογιστικοῦ.

5.5.38. Χρύσιππος δὲ μεγάλα σφάλλεται οὐχ ὅτι μηδεμίαν ἀρετὴν ἐποίησε δύναμιν— οὐ γὰρ μέγα τὸ τοιοῦτον σφάλμα ἐστὶν οὐδὲ διαφερόμεθα πρὸς αὐτό—, ἀλλ’ ὅτι πολλὰς ἐπιστήμας τε καὶ ἀρετὰς εἶναι φήσας μίαν ἔφησεν εἶναι δύναμιν τῆς ψυχῆς.

5.5.39. οὐ γὰρ ἐνδέχεται μιᾶς δυνάμεως ἀρετὰς εἶναι πολλάς, εἴ γε μηδὲ τελειότητας πολλὰς ἑνὸς πράγματος. μία γὰρ ἑκάστου τῶν ὄντων ἡ τελειότης, ἡ δ’ ἀρετὴ τελειότης ἐστὶ τῆς ἑκάστου φύσεως, ὡς αὐτὸς ὁμολογεῖ.

5.5.40. κάλλιον οὖν ᾿Αρίστων ὁ Χῖος οὔτε πολλὰς εἶναι τὰς ἀρετὰς τῆς ψυχῆς ἀποφηνάμενος, ἀλλὰ μίαν ἣν ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν εἶναί φησιν, οὔτε περὶ τῶν παθῶν ἐναντία ταῖς ἰδίαις ὑποθέσεσι γράψας, ὥσπερ ὁ Χρύσιππος.

5.6.1. ᾿Αλλὰ περὶ μὲν τῶν ἀρετῶν ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐπειδὴ καὶ περὶ τούτων ὁ Χρύσιππος ἐπηρεάζει τὸν Πλάτωνα. νυνὶ γὰρ ἐξ ἀκολουθίας τινὸς αὐτῶν ἐμνημόνευσα, τῷ περὶ τῶν παθῶν δόγματι καὶ τοῦ περὶ τῶν ἀρετῶν ἐξ ἀνάγκης ἑπομένου, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν ὧδέ πως γράφων αὐτοῖς ὀνόμασι κατὰ τὸ πρῶτον περὶ παθῶν οὐ μετὰ πολλὰ τῆς ἀρχῆς τοῦ βιβλίου·

5.6.2. “νομίζω γὰρ καὶ τὴν περὶ ἀγαθῶν καὶ κακῶν καὶ τὴν περὶ τελῶν καὶ τὴν περὶ ἀρετῶν ἐκ τῆς περὶ παθῶν ὀρθῶς διασκέψεως ἠρτῆσθαι.”

5.6.3. ὅτι μὲν οὖν τὴν περὶ τῶν ἀρετῶν ὀρθῶς δόξαν ἐζεῦχθαι συμβέβηκε τῇ περὶ τῶν παθῶν, αὐτάρκως ἐνδεδεῖχθαί μοι δοκῶ· ὅτι δὲ καὶ τὴν περὶ ἀγαθῶν τε καὶ τοῦ τέλους, ἀρκεῖ μοι τὰ Ποσειδωνίου παραγράψαι τόνδε τὸν τρόπον ἔχοντα·