8.9.19. κἀν τοῖς ἑξῆς δὲ πάλιν οὐ µετὰ πολλὰ τῶν εἰρηµένων ὧδέ πώς φησι· “ὅταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνηµµένον ἕπηται, διαιωρούµενον δ’ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δὴ καὶ κατὰ [τὰ] σµικρὰ διαιροῦν διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον οἷον ἐκ κρήνης ἐπ’ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν ταῦτα ῥεῖν [ἢ] ὥσπερ αὐλῶνος διὰ τοῦ σώµατος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύµατα.”
8.9.20. καὶ διὰ τῶν ἑξῆς δὲ φυλάττειν φαίνεται τὴν αὐτὴν γνώµην ἔν τε τοῖς περὶ τῆς ἀναπνοῆς καὶ πέψεως λόγοις ἅπασιν· ὥστε τῆς µὲν ἠλιθίου δόξης ἀπήλλακται καὶ χρὴ τοὺς οἰηθέντας αὐτὸν οὕτως ἀνόητον ὑπάρχειν ὡς ὑπολαβεῖν εἰς πνεύµονα φέρεσθαι τὸ ποτὸν ἅπαν, αὐτοὺς ἐγκαλεῖσθαι µᾶλλον ἐφ’ οἷς καταψεύδονται.
8.9.21. Περὶ δὲ τοῦ φέρεσθαί τι τοῦ πόµατος εἰς τὸν πνεύµονα περὶ τὸν ἔνδοθεν χιτῶνα τοῦ τε λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας βουλόµενός τις αὐτὸς ἀφ’ ἑαυτοῦ πειραθῆναι δύναται λαβὼν µὲν ἑστὼς τοῦ ὕδατος εἰς τὸ στόµα δαψιλές, εἶτα κατακλιθεὶς ὕπτιος ὑπανοίγων τε βραχὺ τὸ στόµιον τοῦ λάρυγγος· ἐφ’ ἡµῖν γάρ ἐστιν ἀνοιγνύναι τε καὶ κλείειν αὐτό.
8.9.22. παραρρέοντος γάρ τινος εἰς αὐτὸν ἐκ τοῦ στόµατος αἰσθήσεται βραχέος, ὃ δὴ καὶ γαργαλίζει καὶ παροξύνει πλέον γενόµενον.
8.9.23. ἀλλὰ καὶ αὐτὴν τὴν ἐρεθιζοµένην βῆχα καρτερήσας τις δύναται κατασχεῖν ὡς αὐτίκα παύσασθαι, βραχέος τοῦ γαργαλίζοντος ὄντος.
8.9.24. ἐνίοτε δὲ καὶ βηχίον µικρὸν γενόµενον ἐσκέδασε τὸ γαργαλίζον οὐδεµιᾶς ἀναπτύσεως γενοµένης· ᾧ καὶ δῆλόν ἐστι τὸ ἀθρόον πόµα καὶ πολὺ καὶ τοσοῦτον ὡς καταλαµβάνειν τὰς ὁδοὺς τοῦ πνεύµατος ἐρεθίζον τὸ ζῷον εἰς βῆχα, τὸ δ’ οὕτως ὀλίγον ὡς περὶ τὸν ἔνδον χιτῶνα τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας ἐκχεῖσθαι δροσοειδῶς οὔτε ἐρεθίζον οὔθ’ ὅλως αἴσθησιν ἐργαζόµενον ἑαυτοῦ κααφεροµένου διὰ τῆς ἀρτηρίας.
8.9.25. ἀλλ’ εἰ καὶ ζῷον ὅ τι ἂν ἐθελήσῃς διψῆσαι ποιήσεις ὡς κεχρωσµένον ὕδωρ ὑποµεῖναι πιεῖν, εἰ δοίης εἴτε κυανῷ χρώµατι χρώσας εἴτε µίλτῳ, εἶτ’ εὐθέως σφάξας ἀνατέµοις, εὑρήσεις κεχρωσµένον τὸν πνεύµονα. δῆλον οὖν ἐστιν ὅτι φέρεταί τι τοῦ πόµατος εἰς αὐτόν.
Книга восьмая
Книга восьмая
8.1.1. Решив рассмотреть учения Гиппократа и Платона, мы первым делом объяснили, что для врачебного искусства и для философии важнее всего установить, управляет человеком множество сил или одна. Затем, обратившись к исследованию их в соответствии с аподиктическим методом, мы сказали о том, что источник восприятия и самопроизвольного движения находится в руководящем начале души; в данном случае нет никакой разницы, сказать «самопроизвольно» или «по собственному побуждению».