Светлый фон

8.8.19. ἐν οὐδετέρᾳ δ’ αὐτῶν ὁ Πλάτων προσχρῆται τῇ προαιρέσει καίτοι φανερῶς ἐν ἡµῖν ὄντος καὶ τοῦ θᾶττον καὶ βραδύτερον ἔλαττόν τε καὶ πλέον καὶ πυκνότερον εἰσπνεῦσαί τε καὶ ἐκπνεῦσαι.

8.8.20. ἔτι γοῦν ὁ λόγος τοῦ Πλάτωνος ἐλέγχεται καὶ ὅτι µετὰ τὴν συστολὴν τῶν ἀρτηριῶν ἐχρῆν εὐθέως εἰσπνοὴν γίγνεσθαι, µετὰ δὲ τὴν ἐκπνοὴν εὐθέως διαστολὴν τῶν ἀρτηριῶν.

8.8.21. φαίνεται δ’ οὐχ οὕτω συµβαῖνον, ἀλλ’ ἐὰν θελήσωµεν ἐπισχεῖν πλέονι χρόνῳ τὴν ἀναπνοήν, εὐθέως αἱ ἀρτηρίαι µετὰ τῆς καρδίας κινοῦνται.

8.8.22. καὶ µέντοι καὶ διαστέλλονται µὲν εἰσπνεόντων ἐνίοτε, συστέλλονται δ’ ἐκπνεόντων καὶ κατὰ µιᾶς ἀναπνοῆς χρόνον ἑπτάκις ἢ ὀκτάκις ἢ καὶ δεκάκις ἡ καρδία µετὰ τῶν ἀρτηριῶν φαίνεται διαστελλοµένη τε καὶ συστελλοµένη. ἀλλὰ καὶ αὐτὸς ὁ τῆς περιώσεως λόγος ἄτοπος· ὑπὸ γὰρ τῆς ἐκπνοῆς περιελαυνόµενον τὸν ἀέρα φέρεσθαι πάλιν ἔσω διὰ τοῦ δέρµατος οὐκ ἀναγ καῖον. ἑποµένης γὰρ τῆς ἐκπνοῆς τῇ συστολῇ τῶν ἀναπνευστικῶν ἐκείνῃ τῇ συστολῇ ἀκολουθῶν ὁ περικεχυµένος ἡµῖν ἀὴρ χώραν παρέχει τῷ ἐκπνεοµένῳ. ὅτι δὲ καὶ τἆλλα ὅσα τὴν ὁλκὴν ἀναιρῶν εἶπεν ὁ Πλάτων ἀτόπως ἐπικεχείρηται, κατὰ τὴν ἐξήγησιν αὐτῶν εἰρήσεται.

8.9.1. Νυνὶ γὰρ ἀρκεῖ µόνον δεδηλῶσθαι περὶ ὧν ὁµολογεῖ τε καὶ διαφέρεται τῷ ῾Ιπποκράτει.

8.9.2. προσθῶµεν οὖν αὐτῷ καὶ τἆλλα. φαίνεται γὰρ ἐν τῷ περὶ χρείας ἀναπνοῆς λόγῳ συνακολουθῶν ὁ Πλάτων τῷ ῾Ιπποκράτει βουλοµένῳ τὴν µὲν εἰσπνοὴν ἐµψύξεως ἕνεκα γίγνεσθαι τῆς ἐµφύτου θερµασίας, τὴν δὲ ἐκπνοὴν ἀποχύσεως καὶ διαπνοῆς τῶν λιγνυωδῶν περιττωµάτων.

8.9.3. ἐν ᾗ δὲ ταῦτα λέγει ῥήσει καὶ περὶ τοῦ φέρεσθαι τὸ ποτὸν εἰς τὸν πνεύµονα διῆλθεν ἐχούσῃ κατὰ λέξιν οὕτως·

8.9.4. “τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυµοῦ ἐγέρσει προ[σ]γιγνώσκοντες ὅτι διὰ πυρὸς ἡ τοιαύτη πᾶσα ἔµελλεν οἴδησις γενέσθαι τῶν θυµουµένων, ἐπικουρίαν αὐτῇ µηχανώµενοι τὴν τοῦ πνεύµονος ἰδέαν ἐνεφύτευσαν, πρῶτον µὲν µαλακὴν καὶ ἄναιµον, εἶτα σήραγγας ἐντὸς ἔχουσαν οἷον σπόγγου κατατετρηµένας, ἵνα τὸ πνεῦµα καὶ τὸ πόµα δεχοµένη ψύχουσα ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῷ καύµατι παρέχοι.”

8.9.5. εἰ µὲν οὖν ἡγεῖται Πλάτων ἅπαν τὸ πόµα καταπίνειν ἡµᾶς εἰ<ς> τὸν πνεύµονα, δίκαιός ἐστι καταγιγνώσκεσθαι προ-φανέστατον πρᾶγµα µὴ γιγνώσκων· εἰ δὲ µέρος τι τοῦ πόµατος ἡγεῖτο διὰ τῆς τραχείας ἀρτηρίας παρηθούµενον εἰς τὸν πνεύµονα καταφέρεσθαι, τῶν ἐνδεχοµένων τι λέγει παραπλησίως τοῖς ἄλλοις δογµατικοῖς, περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους ἰατροί τε καὶ φιλόσοφοι.

8.9.6. οὐ ταὐτὸν δ’ ἐστὶν ἢ ψεῦδός τι λέγειν ἢ καταγέλαστον, ἐπεί τοι καὶ αὐτὸν ᾿Ερασίστρατον ἐδείξαµεν ἔν τε τῷ Περὶ χρείας ἀναπνοῆς καὶ σφυγµῶν χρείας τε ἅµα καὶ γενέσεως, ἔτι δὲ καταπόσεώς τε καὶ πέψεως ἐσφαλµένον· ἀλλ’ οὐ κατεγελάσαµεν αὐτοῦ διότι µὴ πᾶν τὸ ψεῦδος εὐθύς ἐστι καὶ καταγέλαστον, ἐπεί τοι καὶ περὶ φλεγµονῆς γενέσεως καὶ πυρετοῦ διαγνώσεως ἔν τε τοῖς περὶ φλεβοτοµίας λόγοις καὶ ἄλλοις τισὶ θεραπευτικοῖς λογισµοῖς ἐδείχθη ἐσφαλµένος.