8.7.9. κατὰ τοῦτον οὖν τὸν λόγον κἀν τῷ Περὶ φύσεως ἀνθρώπου τῇ πρώτῃ τῶν ἡλικιῶν τὸν ἄνθρωπον ἔφη θερµότατον ὑπάρχειν ἑαυτοῦ, καθάπερ ψυχρότατον ἐν τῇ τοῦ γήρως ἐσχάτῃ· οὐχ ἁπλῶς θερµότατον, ὥσπερ ἐν τοῖς καύσοις πυρε-τοῖς, ἀλλὰ τῷ ἐµφύτῳ θερµῷ θερµότατον εἶπεν εἶναι τὸ γεγεννηµένον ἄρτι παιδίον τῇ οὐσίᾳ.
8.7.10. διὰ τοῦτ’ οὖν ἐν ἀφορισµοῖς πρῶτον µὲν ἔφη “τὰ αὐξανόµενα πλεῖστον ἔχει τὸ ἔµφυτον θερµόν”
8.7.11. (ἀλλὰ τοῦτον µὲν ἤδη προὔγραψα τὸν ἀφορισµόν)· ἄλλον δ’ ὁµολογοῦντα αὐτῷ γράφει κατὰ λέξιν οὕτως· “αἱ κοιλίαι χειµῶνος καὶ ἦρος θερµόταται φύσει καὶ ὕπνοι µακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρµατα πλείω δοτέον· καὶ γὰρ τὸ ἔµφυτον θερµὸν πολύ. τροφῆς οὖν πλείονος δεῖται· σηµεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.”
8.7.12. τὸ ἔµφυτον θερµὸν ἔφη πλεῖστον εἶναι χειµῶνος, οὐ τὸ ἐπίκτητον ὃ τοῦ θέρους πλεονάζει.
8.7.13. µηκύνειν δ’ οὐ χρὴ περὶ τῆς γνώµης αὐτοῦ κατὰ τόνδε τὸν λόγον, τοὺς µὲν ἀφορισµοὺς ἐξηγησαµένου µου δι’ ὑποµνηµάτων ἑπτά, βιβλίον δ’ ἄλλο γεγραφότος πρὸς τοῦ Κοΐντου µαθητὴν Λύκον, ὃς οὐ νοήσας ὁποῖόν τι τὸ ἔµφυτον θερµὸν ὁ ῾Ιπποκράτης βούλεται, ἀντεῖπε πρὸς τοὺς εἰρηµένους ἀρτίως ἀφορισµούς.
8.7.14. Nῦν οὖν ἀρκέσει τὰς τοῦ Πλάτωνος παραγράψαι ῥήσεις ἃς ἐν τῷ περὶ τροφῆς ἀναδόσεως λόγῳ κατὰ τὸν Τίµαιον ἔγραψεν· ἄρχεται δ’ αὐτῶν ὧδε·
8.7.15. “τὸ ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόµεθα ῥᾷον προδιοµολογησάµενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ µείζω, τὰ δ’ ἐκ µειζόνων τὰ σµικρότερα οὐ δύναται, πῦρ δὲ πάντων µερῶν µικροµερέστερον, ὅθεν δι’ ὕδατος καὶ γῆς, ἀέρος καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖ[ν] καὶ στέγειν οὐδὲν αὐτὸ δύναται.
8.7.16. ταὐτὸν δὴ καὶ περὶ τῆς παρ’ ἡµῖν κοιλίας διανοητέον, ὅτι σιτία µὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐµπέσῃ, στέγει, πνεῦµα δὲ καὶ πῦρ σµικροµερέστερα ὄντα τῆς αὑτῆς ξυστάσεως οὐ δύναται.
8.7.17. τούτοις οὖν κατεχρήσατο θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν, πλέγµα ἐξ ἀέρος καὶ πυρὸς [ὧν] οἷον οἱ κύρτοι ξυνυφηνάµενος.”
8.7.18. τὸ µὲν οὖν ἀέρι καὶ πυρὶ χρῆσθαι τὴν φύσιν πρὸς πέψιν τροφῆς αἱµάτωσίν τε καὶ ἀνάδοσιν ὀρθῶς εἴρηται· τὸ δ’ ἐξ αὐτῶν πλέγµα γεγονέναι καὶ µὴ δι’ ὅλων κρᾶσιν οὐκέτ’ ἐπαινῶ, καθάπερ οὐδὲ τὸ πῦρ ὀνοµάζειν αὐτόν, ἐνόν, ὡς ῾Ιπποκράτης, ἔµφυτον θερµόν.
8.7.19. ἀλλ’ ἔοικεν οὕτω καλεῖν ἀναµιµνήσκειν ἡµᾶς βουλόµενος ὅτι διὰ τὴν τοῦ πυρὸς µίξιν ἐν τοῖς ἄλλοις στοιχείοις ἡ πρὸς τὰ ἐκτὸς ἐκ τοῦ βάθους φορὰ γίγνεται τῆς κατὰ τὸ σῶµα θερµασίας.
8.7.20. φαίνεται γοῦν ποτε καὶ µεταλαµβάνων αὐτὸς εἰς τὴν τοῦ θερµοῦ προσηγορίαν τὸ τοῦ πυρὸς ὄνοµα, καθάπερ καὶ κατὰ τήνδε τὴν ῥῆσιν· “τὸ θερµὸν δὴ κατὰ φύσιν εἰς τὴν ἑαυτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁµολογητέον ἰέναι.”