8.7.21. τούτοις δ’ ὁµολογεῖ καὶ τάδε· “καὶ διὰ ταῦτα δὴ καθ’ ὅλον τὸ σῶµα ἅπασι τοῖς ζῴοις τὰ τῆς τροφῆς νάµατα οὕτως ἐπίρρυτα γεγονέναι.
8.7.22. νεότµητα δὲ καὶ ἀπὸ ξυγγενῶν ὄντα τὰ µὲν καρπῶν, τὰ δὲ χλόης, ἃ ὁ θεὸς ἐπ’ αὐτὸ τοῦτο ἡµῖν ἐφύτευσεν εἶναι τροφήν, παντοδαπὰ µὲν χρώµατα ἴσχει διὰ τὴν σύµµιξιν· ἡ δ’ ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθεῖ τῆς τοῦ πυρὸς τοµῆς τε καὶ ἐξοµόρξεως ἐν ὑγρῷ δεδηµιουργηµένης φύσεως. ὅθεν τὸ κατὰ τὸ σῶµα ῥέον τὸ χρῶµα ἔσχεν οἵαν ὄψιν διεληλύθαµεν, ὃ καὶ καλοῦµεν αἷµα.”
8.7.23. τὴν ἐρυθρὰν χρόαν γεννᾶσθαί φησιν ἐν τῷ αἵµατι διὰ τὴν τοῦ πυρὸς ἐξόµορξιν, ὅπερ ἐστὶν οἷον ἐναπόθεσις τῆς αὐτοῦ ποιότητός τε καὶ δυνάµεως· ὥστ’ ἐκ κράσεως τοῦ τε πυρώδους στοιχείου καὶ τῆς δεξαµένης ὑγρότητος αὐτὸ γεννᾶσθαί φησι τὸ αἷµα.
8.7.24. τῆς δ’ ὑγρότητος οὐκ ἀκριβοῦς ὕδατος οὔσης, ἀλλά τι καὶ γεῶδες ἐχούσης, ὡς δηλοῖ τὸ πάχος αὐτῆς, ἐξ ἁπάντων ἐγεννήθη τὸ αἷµα προσλαµβάνον ἐξ ἀνάγκης τι καὶ τῆς ἀερώδους οὐσίας, ὡς ἐν ἑτέροις δέδεικται.
8.7.25. Φαίνεται τοιγαροῦν κἀν τούτοις ὁ Πλάτων ἑπόµενος τῷ ῾Ιπποκράτει. τὸ γὰρ ἔµφυτον θερµὸν αἴτιον εἶναί φησι τῆς τε κατὰ τὴν γαστέρα πέψεως τῶν σιτίων καὶ τῆς ἐντεῦθεν εἰς ἧπάρ τε καὶ φλέβας ἀναδόσεως καὶ προσέτι τῆς αἱµατώσεως καὶ τῆς εἰς ὅλον τὸ σῶµα φορᾶς τε καὶ πέψεως.
8.8.1. ᾿Εν µέντοι τῇ περὶ ἀναπνοῆς δόξῃ διηνέχθη πρὸς αὐτὸν οὐ σµικρά, πρῶτον µὲν τῷ διαπνοῆς µᾶλλον αἰτίαν εἰπεῖν οὐκ ἀναπνοῆς, εἶτ’ οὐδὲ ταύτης ἀµέµπτως.
8.8.2. ἀναιρεῖ γὰρ ὁλκὴν ᾗ πρὸς πολλὰ τῶν φυσικῶν ἔργων ὁ ῾Ιπποκράτης χρῆται. διὰ τοῦτ’ ἠναγκάσθη τῶν ἐνεργειῶν ἐνίας οὐκ ἄνευ τῆς ὁλκῆς γιγνοµένας εἰς περίωσιν ἀναφέρειν.
8.8.3. ὁποῖον µὲν οὖν τι <τὸ> τῆς ὁλκῆς ἐστιν, ἔνεστί σοι µαθεῖν αὐλίσκου τὸ µὲν ἕτερον στόµιον εἰς ὕδωρ καθέντι, τὸ δὲ ἕτερον περιλαβόντι τοῖς χείλεσιν. ἕλκοντι γὰρ καὶ µυζῶντι διὰ τῶν χειλέων τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα συνακολουθήσει τὸ ὕδωρ.
8.8.4. οὕτως δὲ καὶ τὰ παιδία τῇ περιθέσει τῶν χειλέων ἔκ τε τῶν τιτθῶν ἕλκει τὸ γάλα κἀκ τῶν βοµβυλιῶν τὸ περιεχόµενον ἐν αὐτοῖς ὑγρόν.
8.8.5. ἀλλὰ καὶ αἱ τῶν χαλκέων φῦσαι διαστελλόµεναι τὸν ἔξωθεν ἀέρα διὰ τῶν προσκειµένων αὐταῖς αὐλίσκων ἕλκουσιν ἐκπληρώσοντα τὴν διαστολήν.
8.8.6. ὁµοίως δὲ καὶ τοῖς ζῴοις ὁ θώραξ διαστελλόµενος ἕλκει διὰ τῆς τραχείας ἀρτηρίας ἀναγκαίως εἰς τὸ στόµα τὸν ἔξωθεν ἀέρα, µικρὸν δ’ ὕστερον ἐκθλίβει συστελλόµενος ἐν ταῖς ἐκπνοαῖς.
8.8.7. τουτὶ µὲν τὸ ἔργον ἐν τῷ δευτέρῳ Περὶ µυῶν κινήσεως ἐδείχθη προαιρετικόν· τὸ δὲ ἕτερον, ὃ καλεῖται σφυγµός, ὑπό τε τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται, τῇ µὲν διαστολῇ διὰ τῶν εἰς τὸ δέρµα καθηκόντων στοµάτων ἑλκουσῶν τῶν ἀρτηριῶν εἰς τὸ σῶµα τὸν ἔξωθεν ἀέρα τριῶν ἕνεκα χρειῶν, ἐµψύξεως, ῥιπίσεως, γενέσεως πνεύµατος ψυχικοῦ, τῇ συστολῇ δ’ ἐκθλιβουσῶν ὅσον αἰθαλῶδες ἢ καπνῶδες ἐγενήθη κατ’ αὐτὰς τῶν χυµῶν.