Светлый фон

8.9.7. καὶ µέντοι καὶ τῶν ἀπ’ αὐτοῦ τις ἀντιστρέψας τὸν λόγον ἡµᾶς φησι περὶ τούτων, οὐκ ᾿Ερασίστρατον, ἐσφάλθαι, οὐ µὴν οὔτε ἡµεῖς ἐκείνου καταγελάσοµεν οὔτ’ ἐκεῖνος ἡµῶν· ἀδήλων γὰρ ὄντων τῶν δογµάτων καὶ τῇ διὰ τοῦ λόγου πίστει τοῖς µὲν πιθανῶν, τοῖς δ’ ἀπιθάνων φαινοµένων ὥσπερ τὸ τοῖς δόξασιν ἀληθέσιν εἶναι συναγορεύειν ἀνεµέσητόν ἐστιν, οὕτω καὶ τὸ συγχωρεῖν ἑτέροις ἀντιλέγειν αὐτοῖς.

8.9.8. τὸ δὲ σκώπτειν καὶ καταγελᾶν ὡς ἠλίθιον ὃ δογµατικῶς ἀµφισβητεῖται, προπετές· οἷόν [ἂν] ἐστι καὶ τὸ παραρρεῖν τι τοῦ πόµατος εἰς τὸν πνεύµονα διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας, οὐκ ἀθρόον οὐδὲ διὰ µέσης τῆς εὐρυχωρίας τοῦ ὀργάνου φερόµενον, ἀλλὰ περὶ τὸν χιτῶνα αὐτὸν δροσοειδὲς καταρρέον.

8.9.9. Tοῦτο µὲν οὖν εἴτ’ ἀληθὲς εἴτε ψεῦδός ἐστιν, ὀλίγον ὕστερον ἐπισκεψόµεθα. τὸν δὲ καταγέλαστον ὄντως λόγον, ὡς οὐκ εἰς τὴν γαστέρα φέροιτο διὰ τοῦ στοµάχου τὸ ποτὸν ἀλλ’ εἰς τὸν πνεύµονα διὰ τῆς ἀρτηρίας ἅπαν, οὐδαµόθι Πλάτων εἶπεν.

8.9.10. ἐν γοῦν αὐτῷ τούτῳ τῷ βιβλίῳ καθ’ ὃ τὴν προειρηµένην περὶ τοῦ πόµατος ῥῆσιν ἔγραψεν, εἰς τὴν κοιλίαν ἔφη τὸ πινόµενον ὥσπερ τὰ σιτία φέρεσθαι.

8.9.11. καὶ οὐχ ἅπαξ τοῦτ’ εἶπεν ἀλλὰ πάνυ πολλάκις, ὡς ἔνεστί σοι µαθεῖν ἐκ τῶν ῥήσεων αὐτοῦ, πρώτης µὲν τῆσδε µετὰ τέτταρας πρώτους στίχους τῆς προειρηµένης ὑπ’ αὐτοῦ ῥήσεως γεγραµµένης·

8.9.12. “τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυµητικὸν τῆς ψυχῆς καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώµατος ἴσχει φύσιν, τοῦτο εἰς τὸ µεταξὺ τῶν φρενῶν καὶ τοῦ πρὸς τὸν ὀµφαλὸν ὅρου κατῴκισαν.”

8.9.13. οὐκ ἐν τῇ καρδίᾳ καὶ τῷ πνεύµονί φησι τὸ τῶν σιτίων καὶ ποτῶν ἐπιθυµητικόν, ἀλλὰ κατωτέρω τοῦ διαφράγµατος εἶναι. φρένας γὰρ οὐχ οὗτος µόνος ἀλλὰ καὶ οἱ ἄλλοι παλαιοὶ τὸ διάφραγµα προσηγόρευον.

8.9.14. κατωτέρω δὲ τῶν φρενῶν τούτων ἥ τε γαστὴρ κεῖται καὶ τὰ ἔντερα καὶ τὸ ἧπαρ αὐτό, περὶ οὗ νῦν ποιεῖται τὸν λόγον.

8.9.15. καὶ µέντοι καὶ µετ’ ὀλίγα πάλιν φησί· “τὴν ἐσοµένην ἡµῖν ποτῶν καὶ ἐδεσµάτων ἀκολασίαν ᾔδεσαν οἱ ξυντιθέντες ἡµῶν τὸ γένος, καὶ ὅτι τοῦ µετρίου καὶ ἀναγκαίου διὰ µαργότητα πολλῷ χρησοίµεθα πλέονι.

8.9.16. ἵν’ οὖν µὴ φθορὰ διὰ νόσους ὀξείας γίγνοιτο καὶ ἀτελὲς εὐθὺς τὸ γένος τὸ θνητὸν τελευτῴη, ταῦτα προορώµενοι τῇ <τοῦ περι>γενησοµένου πόµατος ἐδέσµατός τε ἕξει τὴν ὀνοµαζοµένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν.”

8.9.17. καὶ κατωτέρω δὲ πάλιν ἐν ταὐτῷ συγγράµµατι τάδε γράφει· “ταὐτὸν δὴ καὶ περὶ τῆς παρ’ ἡµῖν κοιλίας διανοητέον ὅτι σιτία µὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐµπέσῃ στέγει, πνεῦµα δὲ καὶ πῦρ µικροµερέστερα ὄντα τῆς αὑτῆς συστάσεως οὐ δύναται.”

8.9.18. πάλιν οὖν κἀνταῦθα σαφῶς εἶπεν εἰς τὴν κοιλίαν ἡµῶν ἀφικνεῖσθαι τά τε σιτία καὶ τὰ πόµατα, καὶ τοῦ γ’ ἐν αὐτῇ κατὰ τὴν τούτων µίξιν γενοµένου χυµοῦ τὴν εἰς τὰς φλέβας ἀνάδοσιν ὑδρείαν ὠνόµασε διὰ τὴν ὑγρότητα λέγων ἐφεξῆς τοῖς προγεγραµµένοις οὕτως· “τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν.”