Светлый фон

9.8.6. ἐὰν µὲν οὖν ὁ τὰ ξύλα τέµνων τε καὶ πρίων καὶ συµπηγνὺς ἀπεργάσηται σκίµποδα πάντ’ ἐπιτήδεια τὰ µόρια ἔχοντα πρὸς τὴν χρείαν ἧς ἕνεκα πήγνυται γεγονότα, τεχνίτην φασὶν εἶναι τὸν τοιοῦτον· ἐὰν δ’ ἤτοι τοὺς δεξιοὺς πόδας τοῖς ἀριστεροῖς ἀνίσους ἀπεργάσηται κατὰ τὸ µῆκος ἢ τὸ πάχος ἢ τὸ σχῆµα διαφέροντας ἤ τι τοιοῦτον περὶ τὸ ἐπίκλιντρον ἢ τὰ διήκοντα ξύλα κατὰ τὸ µῆκος ἤ τι τῶν ἄνω µερῶν ἐπὶ τὰ κάτω φαίνηται σφαλείς, ἄτεχνον εἶναί φασι.

9.8.7. καὶ πολύ γε µᾶλλον, ἂν τὸ κατασκευαζόµενον ἐκ πολλῶν µερῶν ᾖ συγκείµενον, εἶτα µηδὲν ἐν αὐτοῖς ὁ συµπηγνὺς αὐτὰ σφάλληται, τεχνίτην εἶναί φασι τὸν κατασκευάσαντα, καθάπερ ἐπὶ τῆς ἁµάξης ὁ ῾Ησίοδος εἶπεν “ἑκατὸν δέ τε δούραθ’ ἁµάξης” εἴτε γὰρ ὄντως ἑκατὸν εἴτε ἀντὶ τοῦ πολλὰ τοσαῦτα εἶπεν, ὥσπερ ῞Οµηρος “τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο”· καὶ διὰ τοῦτο[ν] οἱ γραµµατικοί φασιν ἀντὶ τοῦ πολλὰ ἑκατὸν εἰρηκέναι τῷ µὴ σφαλῆναι κατά τι τῶν µορίων.

9.8.8. ἀλλὰ καὶ τὸ µέγεθος αὐτοῖς καὶ τὸ σχῆµα περιθεῖναι τὸ πρέπον ἐν χώρᾳ τε τῇ προσηκούσῃ τάξαι καὶ τὴν πρὸς τὰ πλησιάζοντα σύνθεσιν ἀσφαλῆ καὶ δύσλυτον ἐργάσασθαι τέχνης ἐπιδείγµατα πάντες ἡγοῦνται οὐχὶ παρ’ ἀνθρώπου διδαχθέντες οὕτω κρίνειν, ἀλλ’ ἔχοντες φύσει τέχνης ἔννοιαν ἀφωρισµένην τύχης.

9.8.9. τὸ µὲν γὰρ ἐν ἅπασι κατωρθωµένον εἰς τέχνην ἀναφέρουσι, τὸ δὲ καθ’ ἓν ἢ δύο τύχης ἔργον, οὐ τέχνης εἶναι πεπιστεύκαµεν.

9.8.10. Tὴν αὐτὴν οὖν ἔννοιαν <ἔχοντες> οἱ ἀνατοµικοὶ τῶν ἰατρῶν ἐθαύµασαν ἅπαντες τὴν τέχνην τῆς φύσεως. οὐ γὰρ ὡς ἔξωθεν ὁρᾶται τὸ σῶµα συγκείµενον ἐκ µερῶν δέκα που καὶ δώδεκα ἢ εἰ βούλει καὶ εἴκοσιν, οὕτως καὶ κατ’ ἀλήθειαν ἔχει.

9.8.11. σύγκειται γὰρ ἐξ ὀστέων πλειόνων ἢ διακοσίων, ὥσπερ γε καὶ µυῶν πολὺ πλειόνων ἢ διακοσίων· εἰς ἕκαστον δὲ τῶν ὀστῶν µὲν ἀφικνεῖται τὸ τρέφον ἀγγεῖον, ὃ καλοῦσιν οἱ ἄνθρωποι φλέβα, τῶν δὲ µυῶν οὐ τοῦτο µόνον ἀλλὰ καὶ ἀρτηρία καὶ νεῦρον ἴσα τε πάντα ἐστὶν ἀκριβῶς τὰ κατὰ τὸ δεξιὸν µέρος τοῦ ζῴου τοῖς κατὰ θάτερον, ὀστοῦν ὀστῷ καὶ µῦς µυῒ καὶ φλὲψ φλεβὶ καὶ νεῦρον νεύρῳ καὶ ταῖς ἀρτηρίαις ἀρτηρίαι.

9.8.12. διὸ καὶ θαυµαστῶς ὁ ῾Ιπποκράτης ἔφη· “τοῦτο µέν, ἐπεὶ δίκαιον ἔχουσι τὸ σῶµα οἱ ἄνθρωποι.” µέγιστον γάρ ἐστι σηµεῖον τῆς ἐν τοῖς µορίοις δικαιοσύνης καὶ ἡ τοῦ σχήµα-τος ὁµοιότης ἥ τε τῆς χώρας καθ’ ἣν ἐµφύεται τὰ τρία ταῦτα ὄργανα, τὴν φλέβα λέγω καὶ τὴν ἀρτηρίαν καὶ τὸ νεῦρον, ἐν ἑκάστῳ τῶν µυῶν, ἥ τε τῆς ἐν αὐτοῖς σχέσεως ἐναντιότης οὐ δικαιοσύνην µόνον ἐν τῇ κατασκευῇ τοῦ σώµατος ἐνδείκνυται σαφῶς, ἀλλὰ καὶ δύναµιν ἄκραν τοῦ κατασκευάσαντος αὐτὸ τὸ σῶµα.

9.8.13. τοὺς γάρ τοι σκοποὺς τῆς κατασκευῆς ἐὰν ἀριθµήσῃς, εἶθ’ ἕκαστον αὐτῶν εὕρῃς κατωρθωµένον, ἐναργῶς σοι φανεῖται τὸ µέγεθος αὐτοῦ, φηµὶ τοῦ δηµιουργοῦ.