4.4.9. τὸ γοῦν ἄλογον ὡσαύτως ἀφώνῳ τε καὶ ἀτραχήλῳ διχῶς ἅπαντες ἄνθρωποι λέγουσι καὶ τρίτον οὐδέν ἐστιν ἐπ’ αὐτῶν σημαινόμενον εὑρεῖν οὔτε παρὰ τοῖς νῦν ῞Ελλησιν οὔτε παρὰ τοῖς παλαιοῖς, εἴ τι χρὴ τεκμαίρεσθαι τοῖς βιβλίοις αὐτῶν.
4.4.10. ἄφωνον δὲ δὴ πῶς λέγουσι καὶ ἀτράχηλον; —ἀναγκάζει γὰρ ἡμᾶς [τὰ ῥήματα] ἡ Χρυσίππειος ἑρμηνεία καὶ ταῦτ’ ἐξηγεῖσθαι.— τὸ μὲν οἶμαι στερήσει φωνῆς ἢ τραχήλου, τὸ δὲ κακώσει.
4.4.11. εἰ μὲν γάρ τις φάσκοι τοὺς ἰχθῦς ἀφώνους ὑπάρχειν ἢ τὰ φυτά, τῷ μηδ’ ὅλως ἔχειν φωνὴν οὕτως αὐτὰ προσαγορεύει· εἰ δέ τις ἄφωνον εἶναι λέγοι τὸν κιθαρῳδὸν ἢ τὸν κήρυκα, κάκωσίν τινα ἐνδείκνυται τῆς φωνῆς τἀνθρώπου· ἢ γὰρ μικρόφωνον ἢ τραχύφωνον ἢ μελάμφωνον ἤ τι τοιοῦτον ἕτερον εἶναί φησιν αὐτόν, οὐ μὴν παντελῶς γ’ ἐστερῆσθαι φωνῆς.
4.4.12. οὕτω δὲ καὶ ἀτραχήλους τινὰς ὀνομάζουσιν ἀνθρώπους, οὐ μὰ Δί’ ὥσπερ τοὺς ἰχθῦς ἀτραχήλους ἄν τις εἴποι, διότι μηδ’ ὅλως αὐτοῖς ὑπάρχει τράχηλος— οὐδεὶς γὰρ ἂν οὕτως γε ἄνθρωπος ἀτράχηλος εἴη, ὡς ἐστερῆσθαι τὸ πάμπαν τραχήλου—, ἀλλὰ τῷ μικρὸν ἔχειν τὸν τράχηλον ὀνομάζονταί τινες οὕτως καὶ μένει κἀνταῦθα τὰ παραπλήσια δύο σημαινόμενα καθάπερ ἐπὶ τῆς ἄφωνος προσηγορίας.
4.4.13. οὕτω δὲ καὶ ἄπους καὶ ἀσκελὴς καὶ ἀκοίλιος καὶ ἄπλευρος καὶ ἄχειρ καὶ πάνθ’ ὅσα τοιαῦτα, ποτὲ μὲν ἀναιρούσης τῆς α φωνῆς τὸ σημαινόμενον ἑκάστου τῶν ὀνομάτων οὗ προτάττεται, ποτὲ δ’ οὐκ ἀναιρούσης.
4.4.14. οὕτως εὑρίσκω καὶ τὸ ἄλογον ὄνομα παρά τε τοῖς παλαιοῖς ἅπασιν εἰρημένον ὑπό τε τῶν νῦν ἀνθρώπων λεγόμενον. ἐπειδὰν μὲν γὰρ ἢ τὸν ἰχθῦν τις ἢ τὸν καρκίνον ἄλογον εἶναι φάσκῃ, παντάπασιν ἀναιρεῖ τὸ σημαινόμενον ἐκ τῆς λόγος φωνῆς.
4.4.15. ἐπειδὰν δὲ τόδε τι τὸ ὑπὸ τοῦδε λεγόμενον ἐπιμεμφόμενοι φάσκωσιν ἄλογον, οὐχ ὡς οὐδένα λόγον ἔχον ἀλλ’ ὡς μεμπτέον καὶ μοχθηρῶς ἔχον οὕτως ὀνομάζουσιν. ἄλλο δὲ τρίτον ἢ καὶ νὴ Δία τέταρτον, ὡς οὗτοι βιάζονται, σημαινόμενον οὐκ ἔστιν ἐν ἔθει τοῖς ῞Ελλησιν, ὧν ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται.
4.4.16. δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει· “διὸ καὶ οὐκ ἄπο τρόπου λέγεται ὑπό τινων τὸ τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου ἔχει καὶ ἐπιθυμίας καὶ τῶν ὁμοίων.
4.4.17. πᾶσαι γὰρ αἱ τοιαῦται κινήσεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ καὶ ἀπεστραμμέναι· καθὸ καὶ ἀλόγως φαμὲν φέρεσθαι τοὺς τοιούτους οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ κατὰ τὴν τοῦ λόγου ἀποστροφήν.”
4.4.18. ἐναργῶς ἐν τούτοις ὁ Χρύσιππος ἐνδείκνυται τὰ δύο σημαινόμενα τῆς ἄλογον φωνῆς, ἅπερ καὶ ὄντως ἐστὶ παρὰ τοῖς ῞Ελλησι, τὸ μὲν ἕτερον ᾧ τὸ εὔλογον ἐναντίον ἐστί, τὸ δ’ ἕτερον ᾧ μηδὲν μέτεστι λόγου.