4.4.30. ὅθεν καὶ δεόντως ὁ Χρύσιππος ἔγραψεν “οἱ δὲ κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ ’τὰς κατὰ μέρος δηλονότι κινήσεις τῆς ψυχῆς ‘κρατοῦσι τῶν κατ’ αὐτὰς ὁρμῶν ἀνάλογον τοῖς περιπατοῦσιν ἀλλ’ οὐχ ὑπ’ αὐτῶν ἐκφέρονται βιαίως, ὥσπερ οἱ κατὰ πρανοῦς θέοντες.”
4.4.31. συνάπτων γοῦν τῇ προγεγραμμένῃ ῥήσει καὶ ταυτὶ προσγράφει· “οἱ δέ γε κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες καὶ ἐὰν ὁποιοσοῦν ᾖ, κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’ αὐτὰς ὁρμῶν, ὥστε πεισθῆναι ἐάνπερ ἐνδεικνύηται αὐτός, παραπλησίως τοῖς περιπατοῦσιν.”
4.4.32. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει “διὸ καὶ αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν εἶναι ἅτ’ ἐκβαίνουσαι τὴν λογικὴν σύστασιν.”
4.4.33. πῶς “οὕτως”; ἢ δηλονότι χωρὶς λόγου παντὸς καὶ ἀπεστραμμέναι τὸν λόγον, ὃν ἡγεμόνα ἔδωκεν ἡμῖν ἡ φύσις ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν; οὐχ ἡγεῖται δ’ ἐν τοῖς πάθεσιν· ὅθεν ἐκβεβηκέναι φησὶ τὴν λογικὴν σύστασιν ἁπάσας τὰς κατὰ πάθος κινήσεις, ὀρθότατα λέγων.
4.4.34. εἰ γὰρ ἡ μὲν λογικὴ τοῦ ζῴου σύστασις ἡγεμόνα κέκτηται τὸν λόγον, οὐ κρατεῖ δ’ οὗτος οὐδ’ ἡγεῖται τῶν κατὰ πάθος κινήσεων, ἐκβέβηκε τὴν λογικὴν φύσιν ὁ κατὰ πάθος κινούμε-νος. καὶ μὴν εἴπερ οὐ λόγος ὁρμῆς ἡγεῖται, ἀποκρινάσθωσαν ἡμῖν οἱ περὶ τὸν Χρύσιππον ὅ τί ποτέ ἐστι τὸ ἡγούμενον.
4.4.35. οὐ γὰρ δὴ ἀποχρήσει γε αὐτοῖς εἰπεῖν ὡς οὔτε λόγος οὔτε ἄλλη δύναμις οὐδεμία. συγχωροῦσι γὰρ οὕτως ἀναίτιόν τινα κίνησιν ὃ παντὸς μᾶλλον φυλάττεσθαι παραινοῦσι καὶ μέμφονταί γε τὸν ᾿Επίκουρον ἐπειδάν τινα τοιαύτην ὑποτιθῆται.
4.4.36. εἴπερ οὖν μηδὲν ἀναιτίως γίγνεται καὶ τοῦτ’ ἔστιν ἁπάντων σχεδόν τι τῶν φιλοσόφων ὁμολόγημα κοινόν, οὐ Χρυσίππου μόνον ἢ ᾿Αριστοτέλους ἢ Πλάτωνος, ἀποκρινάσθωσαν ἡμῖν, ἥτις ποτ’ ἐστὶν αἰτία τῆς κατὰ πάθη κινήσεως.
4.4.37. οὐ γὰρ δὴ ὁ λόγος γε νῦν ἡγεμὼν οὐδ’ αἴτιος αὐτοῖς ὑπάρχει, καθάπερ ἔν τε τοῖς ἁμαρτήμασι καὶ κατορθώμασιν.
4.4.38. ὁ μὲν οὖν Ποσειδώνιος, ὡς ἂν οἶμαι τεθραμμένος ἐν γεωμετρίᾳ καὶ μᾶλλον τῶν ἄλλων Στωϊκῶν ἀποδείξεσιν ἕπεσθαι συνειθισμένος, ᾐδέσθη τήν τε πρὸς τὰ σαφῶς φαινόμενα μάχην καὶ τὴν αὐτοῦ πρὸς αὑτὸν ἐναντιολογίαν τοῦ Χρυσίππου καὶ πειρᾶται μὴ μόνον ἑαυτὸν τοῖς Πλατωνικοῖς, ἀλλὰ καὶ τὸν Κιττιέα Ζήνωνα προσάγειν· οἱ δ’ ἄλλοι Στωϊκοὶ σχεδὸν ἅπαντες οὐκ οἶδ’ ὅπως ἕπεσθαι μᾶλλον οἷς ἐσφάλη Χρύσιππος ὑπομένουσιν ἢ τἀληθὲς αἱρεῖσθαι.
4.5.1. Καὶ οἵ γε νῦν αὐτῶν ἐνδοξότατοι πυνθανομένων ἡμῶν ἑκάστοτε τίνα ποτὲ χρὴ τίθεσθαι τὴν αἰτίαν τῆς κατὰ τὰ πάθη κινήσεως, ἄνω μὲν καὶ κάτω τοὺς λόγους ἑλίττουσιν, ἀποσαφοῦσι δ’ οὐδέν, ἀλλ’ ἐνίοτε μὲν τὸν ἡμαρτημένον λόγον φασὶ καὶ τὴν δόξαν τὴν ψευδῆ τῶν κατὰ τὰ πάθη κινήσεων αἴτιον ὑπάρχειν, δυσωπούμενοι δ’ αὖθις ὑπὸ τῶν Χρυσίππου ῥήσεων ὑποχωροῦσί τε τούτων καὶ κινήσεις τινὰς ἀναιτίους ὑποτίθενται καὶ μένουσιν οὐδέποτ’ ἐπὶ τῶν αὐτῶν ἀποκρίσεων, ἀλλ’ Εὐρίπου δίκην ἑκάστοτε μεταρρέουσιν ἀπὸ μὲν τοῦ τὸν λόγον τε καὶ τὴν δόξαν αἰτιᾶσθαι τῶν παθῶν ἐπὶ τὸ χωρὶς αἰτίας οὑτωσί πως κινουμένην τὴν ψυχὴν ἐμπίπτειν τοῖς πάθεσιν, ἀπὸ δ’ αὖ τῆς εἰκαίας τε καὶ ἀναιτίου κινήσεως ἐπὶ τὸ λογικὰς εἶναι τὰς κινήσεις τῶν παθῶν.