4.5.2. ὁ γὰρ ἔλεγχος ἑκατέρων τῶν ἀποκρίσεων ἐκ προχείρου παρακείμενος οὐκ ἐᾷ καταμένειν ἐπ’ οὐδετέρας αὐτῶν ἐν μὲν τῷ τὰς κατὰ τὰ πάθη κινήσεις ὑπὸ τοῦ λόγου γίγνεσθαι φάσκειν οὐκ ἐχόντων αὐτῶν ἁμάρτημα διακρῖναι πάθους, ἐν δὲ [καὶ] τῷ καὶ τοῦτον ἀφελεῖν εἰς ἀναίτιόν τινα κίνησιν ἐμπιπτόντων, ἐνὸν αὐτοῖς ἐξ ἑτοίμου φυγεῖν ἀμφοτέρας τὰς ἀτοπίας, τὴν μὲν τοῦ μὴ δύνασθαι διορίσαι πάθους ἁμάρτημα χωρίζοντας τοῦ λόγου τὰ πάθη, τὴν δὲ τοῦ γίνεσθαί τι χωρὶς αἰτίας ὁμολογήσαντας ἀλόγους τινὰς εἶναι δυνάμεις ἐν τῇ ψυχῇ τῶν κατ’ αὐτὴν παθῶν αἰτίας.
4.5.3. οὐ μόνον τοίνυν οἱ ἄλλοι, ἀλλὰ καὶ ὁ Χρύσιππος αὐτὸς ἐν τοῖς Περὶ παθῶν συγγράμμασιν ἐπ’ οὐδεμιᾶς ὁρ<μ>ίζει βεβαίως δόξης, ἀλλ’ ἀεὶ σαλεύει καθάπερ ἐν κλύδωνι.
4.5.4. καὶ γὰρ καὶ χωρὶς λόγου παντὸς γίγνεσθαί φησιν τὰ πάθη καὶ αὖθις τῆς λογικῆς εἶναι δυνάμεως μόνης, ὥστε διὰ τοῦτο μηδὲ ἐν τοῖς ἀλόγοις ζῴοις συνίστασθαι, καὶ χωρὶς κρίσεως γίνεσθαι καὶ αὖθις κρίσεις εἶναι.
4.5.5. ἐμπίπτει δέ ποτε καὶ εἰς τὸ φάσκειν εἰκῇ γίνεσθαι τὰς κατὰ τὰ πάθη κινήσεις, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ἀναιτίως, εἴ τις ἀκριβῶς ἐξετάζοι τὸ ῥῆμα.
4.5.6. αἷς γοῦν ὀλίγον ἔμπροσθεν γέγραφα ῥήσεσιν ἐφεξῆς φησιν· “οἰκείως δὲ τῷ τῶν παθῶν γένει ἀποδίδοται καὶ ἡ πτοία κατὰ τὸ ἐνσεσοβημένον τοῦτο καὶ φερόμενον εἰκῇ.”
4.5.7. ἀλλ’ εἰ μὲν τὸ ἀναιτίως <τὸ> εἰκῇ λέγεις, ὦ Χρύσιππε, καὶ σεαυτῷ μάχῃ καὶ ᾿Αριστοτέλει καὶ Πλάτωνι καὶ ταῖς ἁπάντων ἀνθρώπων ἐννοίαις καὶ πολὺ πρότερον αὐτῇ τῶν πραγμάτων τῇ φύσει μηδενὸς ἀναιτίως γίνεσθαι δυναμένου· εἰ δὲ τὸ χωρὶς λόγου σημαίνει σοι τὸ εἰκῇ, τὸ μὲν ἄλογον οὕτω γε μετειλημμένον ἂν εἴη, τὸ δ’ ἐξ ἀρχῆς ζητούμενον ἔτι μένει·
4.5.8. τὴν παράλογον ταύτην κίνησιν, τὴν ὑπὸ λόγου μὲν μὴ γινομένην, ὑπ’ αἰτίας δέ τινος γινομένην, ἐρωτῶμέν σε, τίς ἐδημιούργησεν αἰτία; ἡμεῖς μὲν γάρ φαμεν ἐνίοτε μὲν τὴν θυμοειδῆ δύναμιν, ἐνίοτε δὲ τὴν ἐπιθυμητικήν·
4.5.9. σὺ δὲ οὔτε ταῦτα ὁμολογεῖς οὔτε τὴν λογικὴν εἰπεῖν τολμᾷς, ἀλλ’ εἰκῇ γίνεσθαι φήσας ἀπηλλάχθαι νομίζεις τοῦ ζητήματος, οὐκ εἰδὼς ὅτι πᾶν ὅ τί περ ἂν εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι λέγηται κατὰ τὴν ὡς πρὸς ἡμᾶς γνῶσιν οὕτω προσαγορεύεται, ταῖς δ’ ἀληθείαις οὐδὲν αὐτῶν οὕτω γίγνεται, καθάπερ καὶ ὁ θειότατος ῾Ιπποκράτης εἶπεν· “ἡμῖν μὲν αὐτόματον, αἰτίᾳ δ’ οὐκ αὐτόματον.”
4.5.10. οὕτω δὲ καὶ τὸ πλεονάζουσαν ὁρμὴν εἶναι τὸ πάθος ἐξηγούμενος ὁ Χρύσιππος ἔν τε τῷ Περὶ παθῶν Ἠθικῷ κἀν τῷ πρώτῳ τῶν λογικῶν ὑπὲρ τὴν τοῦ λόγου συμμετρίαν γίνεσθαί φησιν τὴν ὑπερβολὴν τῆς κινήσεως, οὐ μὴν τήν γ’ αἰτίαν αὐτῆς προστίθησιν.
4.5.11. ἐχρῆν δέ γε κἀνταῦθα μὴ περιπλέκειν καὶ ταράττειν τὸν λόγον εἰς περιττὸν ἐκτείνοντα μῆκος, ἀλλὰ τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν εἰπόντα τὴν αἰτίαν ἀπηλλάχθαι.