Светлый фон

8.3.6. Eἰ µὲν οὖν ὀρθῶς ἢ οὐκ ὀρθῶς ἐδόξαζε περὶ τούτων ὁ Πλάτων, οὐκ ἔστι τοῦ νῦν ἡµῖν προκειµένου λόγου. διὰ τί γὰρ οὐκ ὀνοµάζει στοιχεῖα γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ ἐζητοῦµεν λόγον ἡµεῖς δοῦναι, ὡς εἴρηται, οὐκ εἰ ψευδῶς ἕκαστον ὧν εἶπε σχηµάτων αὐτοῖς ἀπονέµει[ν].

8.3.7. διαιρεῖ δὲ τῷ λόγῳ πάλιν αὐτὰ ταῦτα κατ’ ἐπίνοιαν εἴς τε τὴν ὕλην καὶ τὸ σχῆµα· κἀπειδὴ τὸ σχῆµα σύνθετόν ἐστι, τὸ µὲν τῆς πυραµίδος ἐκ τεττάρων ἰσοπλεύρων τριγώνων, τὸ δὲ ἑξάεδρον τοῦ κύβου τετραγώνων ἕξ, τὸ δὲ ὀκτάεδρον ὀκτὼ τριγώνων ἰσοπλεύρων ὥσπερ γε καὶ τὸ εἰκοσάεδρον εἴκοσι τριγώνων, πάλιν ἐπισκοπεῖται τῶν τὰ στερεὰ σχήµατα περιοριζόντων ἐπιπέδων τὴν τάξιν καί φησι τὸ µὲν ἰσόπλευρον τρίγωνον ἐκ τριγώνων ὀρθογωνίων δυοῖν γενέσθαι, τὸ δὲ τετράγωνον ἐκ τεττάρων.

8.3.8. ἐπεὶ δὲ µηκέτι ἀνωτέρω προελθεῖν εἶχεν, ὡς ἐν ἐλαχίστοις ἵσταται τούτοις, καὶ διὰ τοῦτ’ αὐτὸ προσαγορεύει στοιχεῖα, τὸ µὲν ἕτερον ἰσοπλεύρου τριγώνου, τὸ δ’ ἕτερον τετραγώνου.

8.3.9. παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ, πρώτην µὲν τὴν ἐπὶ τῆς πυραµίδος εἰρηµένην ἔχουσαν ὧδε κατὰ λέξιν· “ἄρξει δὴ τό τε πρῶτον [µὲν] εἶδος καὶ σµικρότατον συνιστάµενον, στοιχεῖον δ’ αὐτοῦ τὸ τὴν ὑποτείνουσαν τῆς ἐλάττονος πλευρᾶς διπλασίαν ἔχον µήκει”·

8.3.10. δευτέραν δὲ ἐπὶ τῇδε τὴν ἐπὶ τοῦ εἰκοσαέδρου καὶ αὐτὴν οὕτως ἔχουσαν αὐτοῖς ὀνόµασι· “τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τῶν στοιχείων συµπαγέντων, στερεῶν δὲ γωνιῶν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων τριγώνων ἰσοπλεύρων περιεχοµένης ἑκάστης εἴκοσι βάσεις ἔχον τριγώνους ἰσοπλεύρους γέγονε.”

8.3.11. νῦν µὲν οὖν τὰ συστατικὰ τρίγωνα τῶν ὁριζόντων ἐπιπέδων τὰ στερεὰ σχήµατα κέκληται στοιχεῖα· προ[σ]ελθὼν δὲ καὶ αὐτὰ τὰ περιοριζόµενα σώµατα πρὸς τῶν εἰρηµένων ἐπιπέδων ὀνοµάζει στοιχεῖα γράφων οὕτως· “ἔστω δὴ κατὰ τὸν ὀρθὸν λόγον καὶ κατὰ τὸν εἰκότα τὸ µὲν τῆς πυραµίδος γεγονὸς στερεὸν εἶδος πυρὸς στοιχεῖόν τε καὶ σπέρµα.”

8.3.12. τὸ αἰσθητὸν τουτὶ πῦρ ἀθρόον ἄθροισµα νοµίζει[ν] µικρῶν εἶναι σωµάτων τὸ σχῆµα πάντων ἐχόντων πυραµίδος.

8.3.13. ἐκείνων οὖν ἕκαστον στοιχεῖον εἶναί φησι τοῦ πυρός, ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ µὲν τῆς φωνῆς στοιχεῖα γεννᾶν πρώτας µὲν τὰς συλλαβάς, εἶτ’ ἐξ αὐτῶν γεννᾶσθαι τό τ’ ὄνοµα καὶ τὸ ῥῆµα καὶ τὴν πρόθεσιν ἄρθρον τε καὶ σύνδεσµον ἃ πάλιν ὁ Χρύσιππος ὀνοµάζει τοῦ λόγου στοιχεῖα.

8.3.14. Tαυτὶ µὲν οὖν σοι, καίτοι γε οὐκ οὔσης ἀνάγκης, διῆλθον ὅπως µή τις ἐριστικὸς ἐπηρεάζῃ µου τῷ λόγῳ διαφέρεσθαι φάσκων ἐν τῷ περὶ τῶν στοιχείων δόγµατι τὸν Πλάτωνα τῷ ῾Ιπποκράτει.

8.3.15. τὴν ἀρχὴν µὲν γὰρ οὐδ’ ὠνόµασεν ῾Ιπποκράτης στοιχεῖα τὴν γῆν καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ ἀλλ’ ἐξ αὐτῶν ἡµᾶς ἔφη συνεστάναι µηκέτι ζητῶν διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν ἔχει δύναµιν ἰδίαν ἣν ἐναργῶς ὁρῶµεν ἐν αὐτοῖς ὑπάρχουσαν· ὁ Πλάτων δὲ καὶ τοῦτ’ ἐζήτησε πρὸς τῷ συγχωρεῖν ἐκ τῶν τεττάρων ἅπαντα τὰ γεννητὰ καὶ φθαρτὰ σώµατα συµπεπηγέναι.