Светлый фон

8.4.1. Καὶ µὴν καὶ τὸν τρόπον ὃν ἐκ τῶν στοιχείων τὰ σώµαθ’ ἡµῶν συνίσταται τὸν αὐτὸν ἀµφότεροι λέγουσι, οὐ δήπου τῆς γῆς ὕδατι φυραθείσης εἶτ’ ἐν ἡλίῳ θερµανθείσης γεννᾶσθαι τὰ ζῷα φάσκοντες, ἀλλὰ διὰ πλεόνων τῶν µεταξὺ µεταβολῶν.

8.4.2. ἐκ µὲν γὰρ τῶν τεττάρων στοιχείων ἥ τε τῶν φυτῶν ἐστι γένεσις οἵ τ’ ἐξ αὐτῶν καρποὶ καὶ τὰ σπέρµατα· τροφὴ δὲ ταῦτα πάντα προβάτοις τε καὶ ὑσὶν αἰξί τε καὶ βουσὶ καὶ τοῖς ἄλλοις ζῴοις ὁπόσα πόας ἢ καρποὺς δένδρων ἢ ἀκρεµόνας ἢ ῥίζας ἐσθίει.

8.4.3. τοῖς δ’ ἀνθρώποις αὐτά τε ταῦτα τροφαὶ <καὶ> τὰ ζῷα, καὶ γεννᾶται δ’ ἐν αὐτοῖς ἐκ τούτων αἷµα καὶ φλέγµα καὶ χολαὶ διτταί· πλεῖστον µὲν αἷµα (διὸ καὶ φαίνεται µόνον ἐν ταῖς φλεψίν), ὀλίγον δὲ τῶν ἄλλων ἑκάστου.

8.4.4. καὶ τοῦτο ἔστιν αὐτὸ τὸ αἷµα, τῆς γενέσεως ἡµῶν ὡς ὕλη, τὸ συγκείµενον µὲν ἐκ τῶν τεσσάρων χυµῶν κατ’ ἐπικράτειαν δ’ ὠνοµασµένον οὕτως.

8.4.5. γεννώµεθα γὰρ ἐξ αὐτοῦ κατὰ τὰς µήτρας κυούµενοι καὶ τήν τε πρώτην διάπλασιν ἐκ τούτου λαµβάνοµεν, ἐφεξῆς δὲ ταύτῃ τῶν διαπλασθέντων µορίων τήν τε διάρθρωσιν καὶ τὴν αὔξησιν καὶ τὴν τελείωσιν.

8.4.6. ἀποκυηθέντες δὲ πρῶτα µὲν τῷ γάλακτι τρεφόµεθα τὴν γένεσιν ἐξ αἵµατος ἔχοντι, µετὰ δὲ ταῦτα ταῖς αὐταῖς τελείοις τροφαῖς, ἐξ ὧν πάλιν αἷµα καὶ φλέγµα καὶ χολὴ ξανθὴ καὶ µέλαινα γεννῶνται· διαφερέτω δὲ µηδὲν εἰς τὰ παρόντα ξανθὴν ἢ ὠχρὰν ὀνοµάζειν χολήν.

8.4.7. ἀλλὰ ταῦτά γε πάντα ῾Ιπποκράτης ἁπάντων πρῶτος ὧν ἴσµεν ἰατρῶν τε καὶ φιλοσόφων ἀκριβῶς ὡρίσατο καὶ διὰ τοῦτο τὰ νοσή µατα τῶν πρώτων σωµάτων κατὰ δυσκρασίαν ἔφη γίγνεσθαι.

8.4.8. Tίνα δ’ ὀνοµάζω πρῶτα σώµατα δηλώσω πρότερον, ὅπως µηδὲν ἀσαφὲς ᾖ κατὰ τὸν λόγον.

8.4.9. αὐτὸς µὲν γὰρ ῾Ιπποκράτης οὐκ ὠνόµασε σῶµα πρῶτον ἢ δεύτερον, ὥσπερ ᾿Αριστοτέλης· ὁ δὲ Πλάτων δευτέραν µέν τινα σύστασιν εἶπεν εἶναι σωµάτων, πρώτην δ’ οὐδ’ αὐτὸς ὠνόµασεν, ἀλλ’ ἐκ τοῦ δευτέραν τινὰ φάναι δῆλός ἐστι πρὸ[ς] αὐτῆς ἑτέραν τιθέµενος ἣν ὀνόµατι τῷ τῶν ὁµοιοµερῶν ὁ ᾿Αριστοτέλης οὕτως ὠνόµασεν, ὡς ἂν ἐπὶ πλέον περί τε τῶν ἐν τοῖς ζῴοις µορίων καὶ περὶ τῆς γενέσεως αὐτῶν διελθών· ὅσον γὰρ ἄν τις ἀκριβέστερόν τε καὶ λεπτοµερέστερον ἡντινοῦν φύσιν πραγµάτων ἐξεργάζηται, τοσούτῳ πλεόνων ὀνοµάτων αὐτῷ γίγνεται χρεία.

8.4.10. τὰ τοίνυν ἐν µιᾷ περιγραφῇ σώµατα πολλάκις µὲν ὁµοιοµερῆ καλεῖται τῷ πάντ’ αὐτῶν τὰ µόρια καὶ ἀλλήλοις ὑπάρχειν ὅµοια καὶ τῷ παντί, πολλάκις δ’ ἁπλᾶ καὶ πρῶτα· συντίθεται [καὶ] γὰρ ἐξ αὐτῶν τὰ σύνθετά τε καὶ ὀργανικὰ προσαγορευόµενα, δάκτυλοι καὶ καρπὸς ὅλος καὶ πῆχυς ὅλος καὶ βραχίων ὅλος· ἀνάλογον δ’ αὐτοῖς τὰ κατὰ τὰ σκέλη µόρια, δάκτυλοι καὶ ποὺς καὶ κνήµη καὶ µηρός· καὶ µὴν καὶ ὀφθαλµὸς καὶ γλῶττα καὶ καρδία καὶ πνεύµων ἅπαντά τε τὰ σπλάγχνα καὶ ἡ γαστὴρ καὶ τὰ ἔντερα τῶν ὀργανικῶν µορίων ἐστὶν ἐξ ὧν πάλιν ὅλον τὸ σῶµα συντίθεται.