Светлый фон

8.4.11. πρώτη µὲν οὖν ἐστι γένεσις ἡµῖν αἵµατος ἐκ τῆς λαµβανοµένης τροφῆς εἴσω τοῦ σώµατος· [ἔτι δὲ καὶ σπέρµα·] αἷµα δ’ ὀνοµάζω τὸ κατ’ ἐπικράτειαν οὕτω καλούµενον ὃ καὶ περιεχόµενον ὁρᾶται κατὰ τὰς φλέβας.

8.4.12. ἐκ τούτου δὲ τὰ πρῶτα µόρια γεννᾶται, χόνδρος καὶ ὀστοῦν καὶ νεῦρον καὶ ὑµὴν καὶ σύνδεσµος [καὶ] ὅσα τ’ ἄλλα τοιαῦτα· κἄπειτ’ ἐκ τούτων ὀφθαλµὸς <καὶ> γλῶττα καὶ κεφαλὴ καὶ τὰ σπλάγχνα καὶ τὰ κῶλα καὶ πάλιν ἐκ τούτων ὅλον τὸ σῶµα.

8.4.13. καὶ διὰ τοῦθ’ ῾Ιπποκράτης ἐν τῷ Περὶ φύσιος ἀνθρώπου τὴν ἐκ τῶν στοιχείων ἕνωσιν ἁπάντων τῶν φυσικῶν σωµάτων κοινὴν εἰπὼν ὑπάρχειν ἑξῆς ἐπὶ τὴν τῶν ζῴων µετέβη καὶ τούτων οὐχ ἁπάντων ἀλλὰ τῶν ἐναίµων, ἐν οἷς ἐστι καὶ ὁ ἄνθρωπος, ἐφ’ ὃν ἑξῆς ὁ λόγος ἔσπευδεν αὐτῷ.

8.4.14. καὶ τοίνυν φησὶν ὧδέ πως ὑπὲρ αὐτοῦ· “τὸ δὲ σῶµα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷµα καὶ φλέγµα καὶ χολὴν ξανθήν τε καὶ µέλαιναν καὶ ταῦτά ἐστιν αὐτῷ φύσις τοῦ σώµατος καὶ διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει.

8.4.15. ὑγιαίνει µὲν οὖν µάλιστα ὅταν µετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα δυνάµεως καὶ τοῦ πλήθους καὶ µάλιστα ἢν µεµιγµένα ᾖ· ἀλγέει δ’ ὅταν τι τούτων ἔλαττον ἢ πλέον <ᾖ ἢ> χωρισθῇ <ἐν> τῷ σώµατι καὶ µὴ κεκρηµένον ᾖ τοῖσι πᾶσιν.

8.4.16. ἀνάγκη γάρ, ὅταν τι τούτων χωρισθῇ καὶ ἐφ’ ἑωυτοῦ στῇ, οὐ µόνον τὸ χωρίον ἔνθεν <ἐξέστη> ἐπίνοσον γενέσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπισχεθῇ ὑπερεµπιπλάµενον, ὀδύνην τε καὶ πόνον παρέχειν.

8.4.17. καὶ γὰρ ὅταν τι τούτων ἔξω τοῦ σώµατος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις· ἤν τ’ αὖθις ἔσω ποιήσηται τὴν κένωσιν καὶ τὴν µετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλή γ’ αὐτῷ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρηµένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλλεν.”

8.4.18. Aὕτη µὲν ἡ τοῦ ῾Ιπποκράτους ῥῆσις ᾗ µοι δοκεῖ βουλόµενος ἀκολουθεῖν ὁ Πλάτων εἰπεῖν ἐκεῖνα τὰ µικρὸν ἀνωτέρω γεγραµµένα περί τε τῶν τεσσάρων στοιχείων τῆς γενέσεως ἡµῶν καὶ περὶ τοῦ καθόλου τρόπου τῶν νοσηµάτων· ἀρχὴ δὲ τῆς ῥήσεώς ἐστιν ἥδε· “τεττάρων γὰρ ὄντων τῶν γενῶν ἐξ ὧν συµπέπηγε τὸ σῶµα, γῆς, πυρός, ὕδατός τε καὶ ἀέρος.”

8.4.19. ἀκριβέστερον <δὲ> φαίνεται καὶ µέντοι καὶ χρησιµώτερον ἰατρῷ περὶ αὐτῶν ὁ ῾Ιπποκράτης γεγραφώς.

8.4.20. ἐκ µὲν γὰρ τῶν τεσσάρων στοιχείων φησὶ γεγονέναι τὸ σῶµα καλῶν τοὐπίπαν ἀπὸ τῶν δραστικῶν ποιοτήτων αὐτά, τὸ µὲν ξηρόν, τὸ δ’ ὑγρὸν καὶ τὸ µὲν θερµόν, τὸ δὲ ψυχρόν· οὐ µὴν κατ’ ἐκεῖνά γε τὸν περὶ τῶν νοσηµάτων λόγον ἐποιήσατο.

8.4.21. δυνάµει µὲν γάρ ἐστιν ἐν τοῖς σώµασιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν, ἀλλὰ τὰ ἐξ αὐτῶν γεγονότα διὰ µέσων τῶν τροφῶν, αἷµα καὶ φλέγµα καὶ ἡ ξανθὴ καὶ µέλαινα χολή· πυρὶ µὲν ἀνάλογον ἡ ξανθὴ χολή, ἡ δὲ µέλαινα τῇ γῇ, τὸ δὲ φλέγµα τῷ ὕδατι καὶ διὰ τοῦτο θερµὴ µὲν καὶ ξηρὰ τὴν δύναµίν ἐστιν ἡ ξανθὴ χολή, καθάπερ τὸ πῦρ, ψυχρὰ δὲ ἡ µέλαινα καὶ ξηρὰ παραπλησίως τῇ γῇ, τὸ δὲ φλέγµα ψυχρὸν καὶ ὑγρὸν ὥσπερ τὸ ὕδωρ.