Светлый фон

8.5.12. καθάπερ γὰρ ἐκτὸς ἡ λιγνὺς κατά τε τοὺς λύχνους καὶ τὰς δᾷδας καὶ ἄλλα πολλὰ τῶν λιπαρῶν γεννᾶσθαι πέφυκεν, οὕτω καὶ κατὰ τὰ σώµατα τῶν ζῴων πολλάκις ὑπεροπτωµένων τῶν χυµῶν καὶ µάλιστα τῶν λιπαρῶν γεννᾶταί τι παραπλήσιον λιγνύϊ.

8.5.13. τὸ µὲν δὴ λευκὸν φαίνεσθαι τὸ φλέγµα, διότι κατὰ τὴν γένεσιν αὐτοῦ µικραὶ πολλαὶ ποµφόλυγες ἐναπολαµβάνονται, λέγειν ῾Ιπποκράτης οὐκ ἐτόλµησεν, ὡς µείζονος ἤδη φυσιολογίας ἢ κατὰ τέχνην ἰατρικήν, ἀλλ’ ὅ γε Πλάτων καὶ τοῦτ’ εἶπε καὶ περὶ τῆς τοῦ αἵµατος χρόας ἐν ταὐτῷ βιβλίῳ διῆλθεν, ἃ νῦν ἐµοὶ γράφειν οὐκ ἀναγκαῖον· ἄµεινον γὰρ ὡς ἀξιοῦσιν ἔνιοι τῶν φίλων ἐξηγήσεις ἑτέρωθι ποιήσασθαί µε τῶν ἰατρικῶς ἐν τῷ Τιµαίῳ γεγραµµένων.

8.5.14. εἰς µὲν γὰρ τἆλλα πολλοῖς ὑποµνήµατα γέγραπται καί τισί γ’ αὐτῶν µακρότερον τοῦ προσήκοντος, εἰς ταῦτα δ’ ὀλίγοι τε καὶ οὐδ’ οὗτοι καλῶς ἔγραψαν.

8.5.15. ἀρκεῖ τοιγαροῦν ἔν γε τῷ παρόντι τό γε τοσοῦτον εἰπεῖν, ὡς τοὺς τέτταρας χυµοὺς ὁ Πλάτων αἰτιᾶται τῶν πλείστων νοσηµάτων ὡσαύτως ῾Ιπποκράτει καὶ καθ’ ἕκαστόν γ’ αὐτῶν ἔγραψεν ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου.

8.5.16. παραθήσοµαι δέ σοι τὰς ἀρχὰς τῶν ῥήσεων ἀναµνήσεως ἕνεκα.

8.5.17. Περὶ µὲν οὖν τῆς ἐν ταῖς [σ]χολαῖς διαφορᾶς ἀρκέσει παραγράψαι ταῦτα· “ὅσον µὲν οὖν ἂν παλαιότατον ὂν τῆς σαρκὸς τακῇ, δύσπεπτον γιγνόµενον µελαίνει µὲν ὑπὸ παλαιᾶς συγκαύσεως, διὰ δὲ τὸ πάντῃ διαβε βρῶσθαι πικρὸν ὂν παντὶ χαλεπὸν προσπίπτει τοῦ σώµατος ὅσον ἂν µήπω διεφθαρµένον ᾖ.

8.5.18. καὶ τοτὲ µὲν ἀντὶ τῆς πικρότητος ὀξύτητα ἔσχε τὸ µέλαν σῶµα ἀπολεπτυνθέντος µᾶλλον τοῦ πικροῦ, τοτὲ δ’ ἡ πικρότης αὖ βαφεῖσα αἵµατι χρῶµα ἔσχεν ἐρυθρότερον, τοῦ δὲ µέλανος τούτῳ συγκεραννυµένου χλοῶδες· ἔτι δὲ συµµίγνυται ξανθὸν χρῶµα µετὰ τῆς πικρότητος, ὅταν νέα συντακῇ σὰρξ ὑπὸ τοῦ περὶ τὴν φλόγα πυρός.

8.5.19. καὶ τὸ µὲν κοινὸν ὄνοµα πᾶσι τούτοις ἤ τινες ἰατρῶν που χολὴν ἐπωνόµασαν ἢ καί τις ὢν δυνατὸς εἰς πολλὰ καὶ ἀνόµοια βλέπειν, ὁρᾶν δ’ ἐν αὐτοῖς ἓν γένος ἐνὸν ἄξιον ἐπωνυµίας πᾶσι· τὰ δ’ ἄλλα ὅσα χολῆς εἴδη λέγεται κατὰ τὴν χρόαν λόγον ἔσχεν αὐτῶν ἕκαστον ἴδιον.”

8.5.20. ταῦτα µὲν οὖν τῷ Πλάτωνι γέγραπται περὶ τῆς τῶν χολῶν διαφορᾶς, πάσας αὐτὰς γίγνεσθαι βουλοµένῳ, καθάπερ ὁ ῾Ιπποκράτης εἶπε, διὰ θερµασίας ὑπερβολήν.

8.5.21. περὶ δὲ τῶν νοσηµάτων ὅσα διὰ χολὴν γίγνεται, τὸν λόγον ποιούµενος ὁ Πλάτων ὧδέ πως ἄρχεται· “ὅσα δὲ φλεγµαίνειν λέγεται τοῦ σώµατος ἀπὸ τοῦ καίεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα.”

8.5.22. καὶ µὴν καὶ περὶ φλέγµατος ὧδέ πως ἤρξατο· “φλέγµα δ’ ὀξὺ καὶ ἁλµυρὸν πηγὴ πάντων νοσηµάτων ὅσα γίγνεται καταρ<ρ>οϊκά”.

8.5.23. καὶ περὶ µελαίνης χολῆς ἄλλα τέ τινα λέγει καὶ ταῦτα· “ἰχὼρ δ’ ὁ µὲν αἵµατος ὀρὸς πρᾷος, ὁ δὲ µελαίνης χολῆς ὀξείας τε ἄγριος.”