8.4.34. οὕτω δὲ καὶ τὸ φυσῶδες πνεῦµα γεννᾶται κατὰ τὰ ζῷα προσλαβούσης γε τῆς ἀερώδους οὐσίας ὑγρὰν ἰκµάδα.
8.4.35. καλῶς µὲν οὖν ῾Ιπποκράτης ἐπὶ τῶν χυµῶν ἔγραψε τὸ χωριζοµένους τε τῶν ἄλλων καὶ καθ’ ἓν ὁτιοῦν ἱσταµένους µόριον αἰτίους γίγνεσθαι νοσηµάτων· οὐκ ὀρθῶς δ’ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων εἶπεν αὐτό.
8.5.1. Περὶ µὲν δὴ τῆς ἐκ στοιχείων γενέσεως ὑγιείας τε καὶ νόσου τῶν ὁµοιοµερῶν καὶ πρώτων σωµάτων ἱκανὰ καὶ ταῦτα· µεταβῶµεν δ’ ἐπὶ τὴν ἑξῆς ῥῆσιν ἐν τῷ Τιµαίῳ γεγραµµένην ἣν φθάνοµεν ἐξηγεῖσθαι, κατὰ λέξιν οὕτως ἔχουσαν·
8.5.2. “δευτέρων δὴ συστάσεων αὖ κατὰ φύσιν συνεστηκυιῶν δευτέρα κατανόησις νοσηµάτων τῷ βουλοµένῳ συννοῆσαι γίνεται.
8.5.3. µυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συµπαγέντος ἔτι τε αἵµατος ἄλλον µὲν τρόπον ἐκ δὲ τῶν αὐτῶν γεγονότος, τῶν µὲν ἄλλων τὰ πλεῖστα ᾗπερ τὰ πρόσθεν, τὰ δὲ µέγιστα τῶν νοσηµάτων τῇδε χαλεπὰ συµπέπτωκε.”
8.5.4. <ἐν> τούτοις πάλιν ὁ Πλάτων ὀρθῶς µὲν ἔφη δευτέραν ἁπάντων στοιχείων εἶναι σύστασιν µυελοῦ καὶ ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου· ταῦτα γὰρ ἐκ τῶν χυµῶν γίγνεται τὴν πρώτην ἐχόντων γένεσιν· οὐκ ὀρθῶς δὲ αὐτοῖς συγκατέλεξε τὸ αἷµα πρώτην ἔχον οὐ δευτέραν σύστασιν.
8.5.5. εἰς ἔννοιαν οὖν µοι δοκεῖ καὶ αὐτὸς ἀφικόµενος τῆς ἀνοµοιότητος τοῦ αἵµατος πρὸς ταῦτα µὴ ἁπλῶς εἰπεῖν “µυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συµπαγέντος ἔτι τε αἵµατος,” ἀλλὰ προσθεῖναι τῷ λόγῳ τὸ “ἄλλον µὲν τρόπον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος.”
8.5.6. ὁµολογεῖ γὰρ ἐν τούτοις οὐ κατὰ τὴν αὐτὴν σύστασιν ἐκ τῶν τεττάρων στοιχείων ὀστῷ καὶ µυελῷ καὶ σαρκὶ καὶ νεύρῳ γεγονέναι τὸ αἷµα.
8.5.7. πρότερον γὰρ αὐτῶν ἐστι κοινὴν τοῖς ἄλλοις χυµοῖς ἔχον τὴν γένεσιν, ἐξ ὧν συνίσταται τὰ πρῶτα σώµατα, µυελὸς καὶ σὰρξ καὶ νεῦρον καὶ ὀστοῦν ἕτερά τε πολλά· βιβλίον γὰρ ὅλον ἐµοὶ γέγραπται Περὶ τῆς τῶν ὁµοιοµερῶν σωµάτων διαφορᾶς.
8.5.8. Eἰ δέ τις ἠρώτησε τὸν Πλάτωνα, τίς ἕτερος τρόπος ἐστὶ τῆς τοῦ αἵµατος γενέσεως, ὃν αἰνίττῃ, θαυµάζοιµ’ ἂν εἰ ἄλλον τινὰ παρὰ τὸν ὑφ’ ῾Ιπποκράτους εἰρηµένον ἔσχεν εἰπεῖν.
8.5.9. ἐπὶ πλεῖστον γὰρ ὁ ἀνὴρ οὗτος ἐξείργασται τά τε περὶ γενέσεως τῶν χυµῶν καὶ διαφορᾶς καὶ δυνάµεως ὅστις τε καθ’ ἥντινα χώραν ἢ ὥραν ἢ ἡλικίαν ἢ σώµατος ἕξιν ἐπικρατεῖ.
8.5.10. οὐ µὴν ἀναγκαῖον ἦν Πλάτωνι ταῦθ’ ὁµοίως ῾Ιπποκράτει διέρχεσθαι πάντα καθάπερ οὐδ’ ῾Ιπποκράτει ζητεῖν διὰ τί λευκὸς µὲν ὁ τοῦ φλέγµατος χυµός, ἐρυθρὸς δ’ ὁ τοῦ αἵµατος ἢ ξανθὸς ὁ τῆς πικρᾶς χολῆς ἢ µέλας ὁ τῆς ὀξείας.
8.5.11. ἀφορµὰς µὲν γὰρ αὐτὸς ἔδωκε τῆς τούτων εὑρέσεως, ὥσπερ ὅταν ἐκ τῶν τῆς γλώττης χρωµάτων διαγιγνώσκῃ τὰς ἐν τῷ σώµατι διαθέσεις µελαίνας λέγων αὐτὰς ἀπὸ ἐγκαύσεως λιγνυώδους γίγνεσθαι.