Светлый фон

8.4.22. µόνον δὲ τὸ ἀερῶδες στοιχεῖον ἐν τοῖς τῶν ζῴων σώµασιν ὁρᾶται πλησίον τῆς ἑαυτοῦ φύσεως ἔν τε ταῖς ἀναπνοαῖς καὶ κατὰ τοὺς σφυγµούς, ἤδη δὲ κἀν τοῖς παλµώδεσι πάθεσιν ἐµφυσήµασί τε καὶ οἰδήµασιν [ἐστὶν] ἔν τε ταῖς καλουµέναις πνευµατώσεσιν.

8.4.23. ἡ δ’ ἐξ ἁπάντων τῶν τεττάρων στοιχείων σύµµετρος κρᾶσις ἐγέννησε τὸ ἀκριβὲς αἷµα.

8.4.24. Kαὶ βέλτιόν ἐστιν ἐπὶ τῶν χυµῶν λέγειν ἅπερ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων ἔγραψεν. ἀλλ’ ὁ ῾Ιπποκράτης προειπὼν “τὸ δὲ σῶµα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷµα καὶ φλέγµα καὶ χολὴν ξανθήν τε καὶ µέλαιναν,” ἐφεξῆς φησι, “καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει.”

8.4.25. τὸ µὲν ἀλγέει, κατ’ ἐξοχὴν µεγάλου νοσήµατος, ἐπὶ πάντων τῶν παρὰ φύσιν τάσσεται, τὸ δὲ ὑγιαίνει κατὰ τὴν πρὸς τὰ παρὰ φύσιν ἀντίθεσιν πάντα.

8.4.26. κἄπειτα πάλιν ἐφεξῆς ὅπως µὲν ὑγιαίνει διδάσκων φησίν· “ὑγιαίνει µὲν οὖν µάλιστα ὅταν µετρίως ἔχῃ ταῦτα πρὸς ἄλληλα δυνάµεως καὶ τοῦ πλήθεος καὶ µάλιστα µεµιγµένα ᾖ.”

8.4.27. τίνα ταῦτα; οὐ τὰ στοιχεῖα δήπουθεν ἀλλὰ [καὶ] τὰ προσεχῶς γεννητικὰ τῶν τοῦ σώµατος µορίων, αἷµα καὶ φλέγµα καὶ δύο χολαί.

8.4.28. “ἀλγέει δέ” φησιν “ὅταν τι τούτων ἔλαττον ἢ πλέον ᾖ ἢ χωρισθῇ ἐν τῷ σώµατι καὶ µὴ κεκρηµένον ᾖ τοῖσι πᾶσιν,” ὅπερ ὁ Πλάτων παραφράζων ἔφη “καὶ τῆς χώρας µετάστασιν ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γιγνοµένην.”

8.4.29. ἀλλ’ οὗτος µὲν ὡς ἔφην ἁµαρτάνει προσθεὶς “πυρός τε καὶ τῶν ἑτέρων, ἐπειδὴ γένη πλέονα ἑνὸς ὄντα τυγχάνει.”

8.4.30. ταῦτα γὰρ οὐκ ἔστι τὰ µεθιστάµενα καὶ χώραν ἀµείβοντα κατὰ τὰ τῶν ζῴων σώµατα, φλέγµα δὲ καὶ χολαὶ καὶ αὐτὸ τὸ αἷµα· καὶ γὰρ καὶ τοῦτο πολλάκις εἰς ἀλλοτρίαν ἀφικόµενον ἕδραν αἴτιον ὀλεθρίων νοσηµάτων γίγνεται.

8.4.31. ἄχρι µὲν οὖν τοῦ πλέονος ἢ ἐλάσσονος ἑκάστου τῶν συντιθέντων ἡµᾶς γιγνοµένου αἱ νόσοι καθίστανται, κοινὸς ὁ λόγος ἐστὶν ἐπί τε τῶν χυµῶν καὶ τῶν στοιχείων· ἐπὶ δὲ τοῦ καθ’ ἑαυτό που στάντος ἔν τινι τόπῳ τοῦ σώµατος οὐκέθ’ ὁµοίως ἐπ’ ἀµφοῖν ὁ λόγος ἀληθής.

8.4.32. οἱ µὲν γὰρ χυµοὶ σαφῶς ὁρῶνται καθ’ ὅπερ ἂν ἐν τῷ σώµατι µόριον στῶσι νόσους ἐργαζόµενοι, τὰ ἐρυσιπέλατα καὶ τοὺς ἕρπητας ἡ ξανθὴ χολή, τοὺς καρκίνους δὲ ἡ µέλαινα, τὰ δ’ οἰδήµατα τὸ φλέγµα, τὸ δ’ αἷµα κατά τε τὸν πνεύµονα καὶ µεταξὺ θώρακός τε καὶ πνεύµονος, ὅταν ἐκχυθὲν τῶν οἰκείων ὀργάνων στῇ σηπόµενον, ἐν τῷ χρόνῳ φθορὰς ἐργάζεται καὶ κατὰ γαστέρα, καὶ κατὰ τὰ µεγάλα τῶν τραυµάτων θροµβούµενον ἐσχάτους κινδύνους ἐπιφέρει.

8.4.33. γῆν δ’ οὐδαµοῦ καθ’ ἑαυτὴν ἰδεῖν ἐστι µόνην ἐν τῷ σώµατι ἀθροισθεῖσαν, ὥσπερ οὐδὲ πῦρ αὐτὸ καθ’ ἑαυτὸ µόνον οὐδ’ ὕδωρ στοιχεῖον, ἀλλ’ ἰχῶράς τινας ἐπιµιχθέντων ἀλλήλοις τοῦ θ’ ὑδατώδους στοιχείου καὶ τοῦ πυρώδους, οὐ µόνων οὐδ’ εἰλικρινῶν, ἀλλὰ καὶ πάχους ἰλυώδους προσλαβόντων.